Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σί κερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶυος αὐτοὺς συνκαύσει.

[*](§AQΖΓ)[*](1 εν κερατι] ομοιως οι γʼ Qᵐᵍ 2 . . πελον inc Ζ σωρηχ U+05D0* (χ improb ut vid U+05D0c) AZΓ σʼ εκλεκτη θʼ ομοιως τοις ο’ Qᵐᵍ και εποιησεν] εποιησεν δε U+05D0AQ (σʼθʼ επ.δε σ’ ӄ οἱ ο’ επ. Qᵐᵍ Γ 3 ανθρωπος του Ιουδα και οι ενοι- κουντες (ταις U+05D0*) εν Ιερουσαλημ U+05D0AQΖΓ κρινατε] pr νυν Qᵐᵍ οι γ' ?? δη Qᵐᵍ και ανα] καινα Ζ* (α 2⁰ superscr) 4 τω αμπ. μου ετι B διοτι] θʼσʼ τι οτι α’ τι συν Qᵐᵍ του ποιησαι] ινα ποιηση Ζ 5 δε] ουν QᵐᵍΖ αναγγελω] + δη Ζ οι γʼ ?? δη Qᵐᵍ ποιησω] pr εγω Qᵐᵍ (c ?? ) Ζ εσται 1⁰ incep ερ U+05D0* (εστε U+05D01 εσται U+05D0c.b) τοιχον] οικο A* (τοιχ. A¹) καταπατημα] διαρπαγην A 6 ουδε] ουδ ου U+05D0 | σκαφη] + ετειU+05D0* (postea ετι) improb ετ.U+05D0c. ᵇ αναβησονται] αβαβησεταιU+05D0* (αναβησονται U+05D0c. ᵇ) αναβησεται U+05D0c.b AQZΓ εις 1⁰] επ 1 ακαν- θαι (ακαθ. B* ακανθ. Bᵃᵇ)] ακανθα U+05D0c.a AQ (ακαθα Q*) ZG εiς 3⁰] επ Γ 7 σαβαωθ] θ᾿ των δυναμεων α’ στρατειω Qᵐᵍ Ισραηλ] + εστιν U+05D0AQΖ του Ιουδα] om του Γ ποιησαι] ινα ποιηση Ζ κραυ ην U+05D0* (-γην U+05D0c.b) 8 om προς οικιον Ζ ινα του πλ. αφελωνται τι] α᾿ εως περατος τοπου θʼ εως του μη υπαρχειν τοπον σʼ του μη ειναι τοπον Qᵐᵍ αφελονται B* ( λωνται Bᵃᵇ) U+05D0 | οικησηται U+05D0 οικησατε Γ 9 om εν αυταις U+05D0c.b (postea revoc) AQ* (hab Qᵐᵍ 10 ζευη U+05D0* (.γη U+05D0c.a) ποιησε U+05D0* (σει U+05D0c.a 11 το πρωι] θ' μονος ομοιως Qᵐᵍ συγκαυσει Bᵃᵇ AQa(vid))
109

μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν [*](B) οἶνον πίνουσιν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν.

τοίνυν αἰχμάλωτος ὁ λαός μου εγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψος ὕδατος.

καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν ¶ αὐτοῦ καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ [*](¶ Ζ) καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς.

καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται·

καὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι, καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ·

καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται.

Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας,

οἱ λέγοντες Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα εἰδῶμεν, καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν.

Oὑαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.