Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι [*](B) τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολεθρεύσω σε.

ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας·

ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.

Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα,

καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται nἅμα,

καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων·

ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

προσαγάγετε πρὸς μὲ καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπʼ ἀρχῆς ἐν §κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, [*](§ Γ) ἐκεῖ ἤμην, καὶ νῦν κύριος Κύριος ἀπέστειλέν με καὶ τὸ πυεῦμα αὐτοῦ.

οὕτως λέγει Κύριος ὁ ῥυσάμενος ἅγιος Ἰσραήλ Ἐγώ εἰμι ὁ θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν¶ σε τὴν ὁδὸν ἐν ᾗ πορεύσῃ ἐν [*](¶ Γ) αὐτῇ.

καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης·

καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου, καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ.

§ 20Ἔξελθε ἐκ Βαβυλῶνος [*](§ Γ) φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ [*]( επαξω] pr εγω Q | om επι U+05D0* (hab U+05D0c.ᵃ) | σε 1°] σοι U+05D0AQ | σε 2⁰] σοι U+05D0AQΓ Q* (σε Qᵃ) 10 εινεκεν U+05D0c.avid (εν. U+05D0c.ᵇ) | εξειλομην Qᵃ | πτωχιας U+05D0*Q* (-χειας U+05D0c.ᵇQᵃ) 11 βεβουληται B* (βεβηλ ..ται Bᵃᵇ) | ου δωσω ετερω ?? 12 ειμι 1°] + ?? 04 γ΄ εγω Qᵐᵍ 13 εθεμελιωσεν AQ | καλεσω] + α΄θ΄ ?? εγω Qᵐᵍ 14 σῡ| αχθ. B* συ|ναχθ. B? | ανηγγειλεν αυτοις U+05D0 | αγαπων] pr οι γ΄ ?? πιπι Qᵐᵍ | το θελημα σου] ταυτα A | Βαβυλωνα] + το θελημα σου A1 Χαλδεων U+05D0 (item 20) 15 εγω 2°] pr ӄ Qmg ευωδωσα Bᵃᵇ ευοδωκα 16 κρυφη] . . . . η Γ | λελαληκα] ελαλησα U+05D0AQΓ + ουδε εν τοπω γης σκοτινω U+05D0* (unc incl U+05D0c.a c.b) A | εγενετο] εγεινετο U+05D0* (εγιν. U+05D0c.ᵇ) | om Κυριος U+05D0AQ* (hab Qmᵍ) | απεστειλεν] απεσταλκεν U+05D0AQΓ 17 συτως λεγει…σου του ευ sup ras circ 70 litt Aᵃ? | ρυσαμενος] + σε BᵃᵇU+05D0Aᵃ?QΓ | αγιος] pr ο U+05D0AᵃQ | om εγω ειμι ο θς σου Aᵃ? | ειμι sub ?? Q | ο θεος] pr κς Qmg | δεδειχα] pr ου U+05D0* | σοι] + την οδον σου Q | om σε την οδον Q 18 om ει U+05D0* (hab U+05D0c.a) | μου των εντολων U+05D0 | κυμα] οι γ΄ ομοιως Qᵐᵍ 19 ως η] ωσει AQ | αμμος] της θαλασσης U+05D0 | εκγονα] εγγονα U+05D0 | ως…της γης] οι γ΄ ως αι κεγχροι αυτης Qmg | χους] χνους U+05D0 | ουδε νυν sub ?? Q | εξωλεθρευθης U+05D0 εξολεθρ. AQ | ουδε 2°] + μη U+05D0* (improb U+05D0? postea revoc) | ενωπιον] εναντιον U+05D0* (ενωπιον U+05D0c.(b vid) postea repos εναντ.) | εμου] μου U+05D0A 20 incep φευγη U+05D0* (φευγων U+05D0iam 1(vid)) | απο] εκ U+05D0* (απο U+05D0c.b⁽vid) sed εκ revoc) | των] γης U+05D0* (των U+05D0c.b (vid) sed γης revoc))

192
[*](B) ἀκουστὸν γενέσθω τοῦτο, ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε [*](¶ Γ) Ἐρρύσατο¶ Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ·

καὶ ἐὰν διψήσωσιν, δι᾿ ἐρήμου ἄξει αὐτοῖς ὕδωρ, ἐκ πέτρας ἐξάξει αὐτοῖς, σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.

οὐκ ἔστιν χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν.

Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου,

καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· ἔθηκέν με ὡς βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέν με,

καὶ εἶπέν μοι Δοῦλός μου. εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι.

καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.

καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραήλ Συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ θεὸς ἔσται μοι ἰσχύς.

καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.