Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι· ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ βοήσεται.

Οὕτως λέγει ὁ βασιλεὺς Ἰσραὴλ καὶ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός.

τίς ὥσπερ ἐγώ ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι ἀφʼ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.

μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε· οὐκ ἀπʼ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν μάρτυρες ὑμεῖς ἐστε· εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ ; καὶ οὐκ ἤκουσαν τότε.

οἱ [*](U+05D0AQΓ)[*](25 ειμι 2°] + οι γ΄ ?? αυτος Qmg om Γvid | εξαλιφων B* U+05D0Q* (εξαλειφ. Bᵃᵇ AQᵃ Γ) om ενεκεν εμου και τας αμ. σου U+05D0AQΓ θ΄ ?? ενεκεν...σου Qmg | ου] + μη Bᵃᵇ U+05D0AQΓ μνησθησομαι] + τας αδικιας σου A 26 κριθωμεν] + α΄θ΄ ?? αμα Qmg | πρωτος] πρωτον U+05D0Γ pr ?? Q? 27 υμων 1°] ημων A | πρωτοι] πρωτον Q* + ?? ημαρτο| οι γ΄ ημαρτεν Qmg | υμων 2°] αυτων U+05D0AQΓ 28 αρ- χοντες] + σου Q | Ισραηλ] Ιλημ A XLIV 1 Ιακωβ ο παις μου] παις μου I. U+05D0AQΓ 2 om σε 2° U+05D0* (hab U+05D0c.ᵃ) βοηθηθησει U+05D0* (-ση U+05D0¹) 2—3 ον εξελεξαμην οτι ε sup ras ut vid B? 3 οτι] ετι (α΄θ΄ οτι) U+05D0mg | εν διψει υδωρ Q | επι 1°] incep επι σ U+05D0* | το 2°] inceb τος και τας ευλογιας μου] θ΄σ΄ ӄ την ευλογιαν μου α΄ [και] ευλσγιαν μου Qmg | om σου 2° Qvid 4 ως 1°] ωσει AQ | χορτος ανα μεσον υδ, U+05D0c.b AQ | improb και 2° U+05D0c.b | παραρεον U+05D0 (παρεον U+05D0* παραρ. U+05D0c. ᵃ) AQΓ 5 βοησεται 1°] ερει A | επιγραψει] επι- γραψη U+05D0 επιγραφει A | om χειρι αυτου U+05D0AQΓ α΄θ΄ ?? χειρα αυτου Qmg | om και βοησεται U+05D0cAQ (hab βοησ. Qmg) 6 λεγει] + ο θς Bᵃᵇ U+05D0AQ + κς ο θς Γ | om ο βασιλευς U+05D0* (hab U+05D0c. ᵃ) | Ισραηλ] pr του U+05D0A και ρυσαμενος] ο ρυσ. U+05D0AQΓ | σαβαωθ] Ισλ Γ 7 ωσπερ| περ rescr U+05D01 | om και 1° AQ | στητω (sub ?? Q)] + ӄ καλεσατω U+05D0c.ᵃ | καλεσατω] λαλησατω U+05D0 + ӄ καλεσατω U+05D0c.ᵃ | om και αναγγειλατω U+05D0AQ* (hab sub ?? Qᵐᵍ) Γ εποιησα] εταξα Qᵐᵍ αιωναν U+05D0* (-να U+05D0c.a, c.ᵇ) 8 μη παρακαλυπτεσθε] θ΄ μη θαμβεισθε Qmg | om μηδε πλανασθε U+05D0AQ* (hab θ΄ ?? μηδε πλανασθε Qmg Γ | ηκουσαν] ησαν U+05D0A)

183
πλάσσοντες καὶ οἱ γλύφοντες, πάντες μάταια, ποιοῦντες τὰ καταθύμια [*](B) αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς ἀλλὰ αἰσχυνθήσονται.

οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες, πάντες ἀνωφελῆ,

καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.

ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔστησεν αὐτό, καὶ εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦκαὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ.