Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιοτητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ.

ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσεν ὁ κύριος, καὶ ὑετὸς ἐμήκυνεν,

ἵνα ἦ ἀνθρωποις εἰς καῦσιν καὶ λαβὼν ἀπʼ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπʼ αὐτῶν τὸ δὲ λοιπὸν εἰργάσαντο θεούς, καὶ προσκυνοῦσιν αὐτοὺς.

οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἐπὶ τοῦ ἡμίσους αὐτοῦ ἔπεψεν ἐν τοῖς ἄνθραξιν ἄρτους, καὶ ἐπʼ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ·

τὸ δὲ [*](9 πλασσοντες] + με U+05D0c.a, vid (postea ras) | οι γλυφοντες] om οι AQΓ + με U+05D0AQΓ U+05D0c.a vid (postea ras) | ματαιοι U+05D0c.a (-τεοι) AQΓ | ποιουντες] pr οι U+05D0AQΓ | ουτων] εαυτων U+05D0c.b 9—10 αλλα...ανωφελη] θ΄ ?? ӄ μαρτυρες ουτων εισῑ| ουκ οψονται ӄ ου γνωσονται ινα αισχῡ|θωσῑ| τις πλασσει ισχυρον ӄ γλυπτον χωνευσει εις ανωφελη ιδου πᾱ| τες οι κωνωνουντες αυτω| Qᵐᵍ 9 αλλα] αλλ U+05D0c.b Γ 10 οι πλασσοντες] pr παντες U+05D0* (improb U+05D0c.b postea revoc) AQΓ 10—11 και 1°…απο ανθρ.] pr ?? Q? 10 οι πλ. θεον και γλυφ sup ras B¹?ᵃᵇ om παντες U+05D0AQ* (hab Qᵐᵍ) Γ 11 στητωσαν] στησονται A | om και 4° U+05D0AQΓ | εντραπητωσαν…αμα] improb vid U+05D0c.b (postea restit) 12 οτι] pr ?? Q | σκεπαρνω] σ sup ras A? | ειργασατο 1°] ηργ. Q*vid (ειργ. Qᵃ) αυτο 1°] + οι γ΄ ?? εν ανθραξι Qmg | και εν τερετρω εστησεν αυτο] α΄ ӄ εν σφυραις επλασεν αυτο σ΄ ӄ εν τερετρω ερυθμωσεν αυτο θ΄…ρυθμιει αυτο Qmᵍ | εστησεν] ετρησεν U+05D0c.bAQΓ | om και 2° U+05D0AΓ | και 4°] incep κασ U+05D0? 13 εν μετρω] + α΄ ?? ӄ εμορφωσεν αυτο εν παραγραφιδι εποιησεν αυτο εν περιγωνιοις Qmg | ερρυθμισεν Bᵃᵇ | om και 2° U+05D0AQΓ om εν οικω B* (hab U+05D0c.ᵇ) 14 εκοψεν] pr ο U+05D0AQΓ + θ΄α΄ ?? αυτω κεδρους ӄ ελαβεν αγριοβαλανον ӄ δρῡ| ӄ εκαρτερωσεν αυτο Qmg | ο κυριος] κυριος U+05D0AQ (sub ??) οι γ΄ ο κυριος + ?? πιτῡ| Qᵐᵍ 15 η] ην U+05D0* ανθρωποις] ανος U+05D0* (-νοις U+05D0c.a, c. ᵇ) | ουτων] αυτου A | ειργα- σαντο (ηργ. Q* vid)] ειργασατο A | θεους] pr εις U+05D0AQΓ | αυτους] αυτοις Q* αυτους + θ΄ ?? εποιησεν αυτο γλυπτον ӄ καμπτει αυτοις Qᵐᵍ 16 ημισου B* (-συ Bᵃᵇ) om αυτου 1° U+05D0* (hab U+05D0c. ᵇ) | κατεκαυσαν U+05D0Q | και 1°…αρτους] και καυσαντες επεψαν αυτους επ ουτων U+05D0* (uncis incl και…αυτων U+05D0c. ᵃ restit U+05D0c. ᵇ) και καυσ. επεψαν (επεπφ. A) αρτους επ αυτων AQ και επεψαν αρτους επ αυτων Γ ӄ επεψε| επι τοις ανθραξῑ| αυτους ӄ επ αυτου Qmg | αρτους] ρ sup ras Bᵃᵇ (αυτ· B*fort) | και επ αυτου] ?? ӄ επι του ημισους αυτου Qmg | κριας U+05D0* (κρεας U+05D0c.a, c.ᵇ) | οπτησας] pr Q? | εφαγεν] + οι γ΄ ?? ωπτησεν οπτον Qmg | ιδον A)

184
[*](B) λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτόν, καὶ προσκυνεῖ καὶ προσεύχεται πρὸς αὐτὸ λέγων Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ.

οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.

καὶ οὐκ ἐλογίσατο τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέα ἔφαγεν, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ.

γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾶ μου.