Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην,

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην.

ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου,

καὶ ἀνατελοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.

οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι· ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ βοήσεται.

Οὕτως λέγει ὁ βασιλεὺς Ἰσραὴλ καὶ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός.

τίς ὥσπερ ἐγώ ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι ἀφʼ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.