Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν.

τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·

καὶ διώξεται αὐτούς, διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.

τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.

εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἦλθον ἅμα,

κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ τῷ ἀδελφῷ, καὶ ἐρεῖ

Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν, ἰσ χύρωσεν [*](26 πολης] πασης U+05D0* (πολλ U+05D0c.b) pr της A 27 μη γαρ ειπης] U+05D0AQΓ σ΄ διατι λεγεις Qmg | απεστην U+05D0 28 ουκ] ουκετι U+05D0* c.a (vid) (ουκ U+05D0c.b) | εγνως ει] γνωσει U+05D0* γνωσει ει U+05D0c.a vid εγνως ει U+05D0c.b (postea revoc γνωσει) | ο θεος] om ο A θε Q | πεινασει] πιναση U+05D0* txt (-σι* comm -σει U+05D0c.b) + ουδε διφησι U+05D0* (-σει U+05D0c.b) postea improb U+05D0c.a (vid) 29 πινουσιν (sic) (πειν. Qᵃ) 30 ανισχυες εσονται] α΄ σκανδαλισθησονται θ΄σ΄ ασθενησουσιν Qᵐᵍ XLI 1 ενκαινιζεσθε U+05D0 | με] μ sup ras A¹ | αλλαξουσιν] αλαλαξουσιν U+05D0 | κρισιν] κρισεις A (σ 1⁰ sup ras A¹) | αναγγειλατωσαν] + αμα τοτε κρισιν αναγγειλατωσαν Q* (improb Qcorr) 2 απο] απ Γ | om και 1⁰ A και πορ. sub ?? Q | εναντιον] θ΄ κατα προσωπον αυτου σ΄ εμπροσθεν αυτου Qmg | εις γην] οι γ΄ ως χουν Qmg | εξωσμενα] θ΄ εξωθουμενα Qmg 3 διελευσεται] pr και U+05D0AQ | αυτου] + θ΄ ουχ ηξει Qmg 4 εκαλεσεν αυτην sub ?? Q | αυτην απογενεων] θ΄ τας γενεας εξ Qmg αρχης] αρχεων U+05D0* (-χαιων U+05D0c.b) 5 ιδο- σαν Γ | γης] + θ΄ εξεστησαν Qmg | ηλθον (-θοσαν U+05D0AQΓ)] α΄ ηκασιν Qᵐᵍ 6 κρινων…ερει] α΄ ανηρ συν ετερω αυτου βοηθησουσιν ӄ τω αδελφω αυτου ειπεν Q,g το πλησιον Γ* | και τω αδελφω βοηθησαι U+05D0AQΓ 7 ισχυσν U+05D0* (-σεν U+05D0a.c, c) ανηρ] ρ sup ras U+05D0¹ | incep χαλκεο U+05D0* | σφυρη (-ρα U+05D0Qa -ρη U+05D0c.b Q*) | αμα om A*vid (σηφυρη| αμα ελαυνων in mg et sup ras Aᵃ) | ποτε] τοτε A | συμβλημα καλον εστιν] α΄θ΄ τη κολλη αγαθον εστῑ σ΄ εις κολλησιν εστιν (sic) Qmg | ισχυρωσαν U+05D0AQ)

176
[*](B) αὐτὰ ἐν ἥλοις· θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται.

Σὺ δέ, Ἰσραήλ, παῖς μου Ἰακώβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα·

οὗ ἀντελαβόμην ἀπʼ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε·

μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.

ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου.