Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;

ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν,

ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.

οὐ γὰρ μὴ φυτεύσωσιν οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ῥιζωθῆ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπʼ αὐτοὺς καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήμψεται αὐτοὺς.

υῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος.

ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ὁ ἐκφέρων κατʼ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπ᾿ ὀνόματι [*](U+05D0AQΓ) [*](12 χειρι] + οι γ΄ ?? αυτου Qmg | om δρακι ut vid AQΓ | εστηκεν Γ 13 συμ- βουλος αυτου AQΓ | συμβιβα] συμβιβασει U+05D0c.a (-βασι sed rurs ras σι) AQᵐᵍ Γ 14 συνησεως Γ | αυτω 2⁰] + η τις προεδωκεν αυτω και ανταποδοθησεται (-δωθ, A) αυτω U+05D0* (improb U+05D0c.b et postea) A 15 ωσταγων B* (ως στ. Bᵃᵇ) | καδου] αδ sup ras Aᵃ | ως 3⁰] pr και U+05D0AQΓ ως σιελος] ως σιελον A* ωσι ελαιον (ι ελαι sup ras) Aᵃ vid 16 εις 2⁰] ς sup ras Aa | ολοκαρπωσιν] ολοκαυτωσιν Q (ολοκαρπ. Qᵇ) 17 εισιν U+05D0AQΓ | συθεν] ουδεν U+05D0Q | ελογισθησαν] + οι γ΄ ?? αυτω Qᵐᵍ 18 ωμοιωσατε 1⁰] ομοιωσατε U+05D0c.a (ωμ. postea restit) | ωμοιωματι U+05D0*d.a (ομ. U+05D0c.a, c.b) A | ωμοιωσατε 2⁰] ομοιωσατε U+05D0c.a et c.b (vid) (ωμ. revoc U+05D0d.a) 19 ομοιωμα] pr η U+05D0c.a (postea ras) 20 ζητησει] ζητει U+05D0c.b (postea restit -τησει) AQ* (-τησει Qᵇ) Γ | στηση Q | αυτου] αυτο U+05D0 21 in εγνωτε fort ras aliq Bᵃᵇ 22 ωσκηνην A (sic) 23 ως 1⁰] εις U+05D0AQ 24 φυτευσωσιν] σπειρωσιν U+05D0 (σπιρ.) QΓ σπειρουσιν A | σπειρω- σιν] φυτευσωσιν U+05D0QΓ φυτευσουσιν A | επνευσεν] νευ sup ras Q? vid | φρυγανον U+05D0* (-να U+05D0c.b) λημψεται (-ταις U+05D0*)] αναλημψεται U+05D0c.b AQ (αναληψ.) Γ α΄ α[ν]ε… (sic ut vid) θ΄σ΄ ομ. τοις ο΄ Qᵐᵍ 25 ομοιωσατε U+05D0 | υψωθησομαι] θ΄σ΄ ισωθησομαι α΄ εξισωθησομαι Qᵐᵍ 26 υψος] pr το A | κατεδειξεν] κατεδιωξεν Q* (δειξ. Qa) ταυτα παντα U+05D0 | κατ] κατα U+05D0AQΓ | αυτου] ουτων U+05D0* (-του U+05D0c.a, c.b) παντας] παντα A)

175
καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε [*](B) ἔλαθεν.

Μὴ γὰρ εἴπῃς. Ἰακώβ, καὶ τί ἐλάλησας, Ἰσραήλ Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν ἀφεῖλεν καὶ ἀπέστη;

καὶ νῦν οὐκ ἔγνως ; εἰ μὴ ἤκουσας; θεὸς αἰώνιος, ὁ θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ,

διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.

πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·

οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.