Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη

νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται, καὶ εἰς χρόνον πολύν.

ὄρνεα καὶ ἐχῖνοι καὶ εἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ· καὶ ἐπιβληθήσεται ἐπʼ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.

καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνων καὶ αὐλὴ στρουθῶν·

καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον, ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι εὑρόντες αὑτοῖς ἀνάπαυσιν·

ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων·

ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι Κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτά.

καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι· [*](U+05D0AQΓ) [*](9 στραφησεται Q* (ον suerscr Qᵃ) | θειον] ον rescr sup ras pl litt U+05D01 | η γη αυτης (2°)] αυτης η γη U+05D0AQ | καιομενη (κεομ. Γ¹) ως πισσα U+05D0AQΓ 10 om και 2° Q | και ου σβ in mg et sup ras Aᵃ | σβεθησεται B* (σβεσθ. Bᵃᵇ) σβεσθησονται Γ* | (-λθησεται Γ¹) | αιωναν U+05D0* | αυτης 1°] ης sup ras Aᵃ (αυτου A) | εις γενεος…ερημωθησεται] οι γ΄ εις γενεαν ερημ. Qmg | om αυτης 2° U+05D0AQ* | (hab Qmg) | και εις κρονον πολυν] om U+05D0c.bAQ* (hab Qmg) α΄θ΄ εις νικος νικαιῶ σ΄ εις εσχατα εσχατων Qmg | πολυν] +ερημαο- θησεται U+05D0* (improb U+05D0c.b) Γ | + ερημι και ουκ εσται ο διαπορευομενος δι αυτης U+05D0c.a (improb U+05D0c.b) + θ΄ ?? ουκ εστιν ο παραπορευομενος εν αυτη Qmg 11 oρνεα] pr και κατοικησουσιν εν αυτη U+05D0Q pr και κατοικησονται εν αυτη A +και οικησουσιν εν αυτη Γ | ειβις B* ιβεις Bᵃ (-βις Bᵇ) AΓ | om κατοικη- σουσιν εν αυτη U+05D0AQΓ (θ΄ ?? κατ. εν αυτη Qmg) αυτην] αυτη U+05D0Α | γεομετριας B* (γεωμ. Bᵇ) 12 βασιλεις (γασ. U+05D0* βασ. U+05D0c.a)] + αυτης U+05D0c.aAQ + θ΄α΄ ?? καλεσουσι Qmg οι μεγιστανες] οι αρχοντες Bab mgU+05D0AQΓ (pr οι γ΄ ?? παντες Qmg) | αυτης 2°] pr και οι μεγιστανες U+05D0c.aQ + και οι μπγ. αυτης A απωλιαν U+05D0QΓ 13 αναφυησει BcU+05D0?c.a (-σι) ουτων] αυτης Q | ακανθινα] ακανθα A om ξυλα A επαυλις U+05D0* (-λεις U+05D0c.b) QΓ 14 βοησονται (βοησουσιν U+05D0* σονται U+05D0c.b). . προς τον ετερον] α΄σ΄ τριχιων [α΄] προς ετερον αυτου θ΄ ορθοτριχ επι τον πλησιον αυτου Qmg | αναπαυσονται ονοκενταυροι] α ανεψυξεν λιλιθ α΄ ηρεμησαν λαμια Qmg | ευροντες αυτοις] ευρον γαρ αυτ. U+05D0AQΓ σ΄ ӄ ευρεν εαυτη (sic) Qᵐᵍ 15 ασφαλιας U+05D0* (-λειας U+05D0c.bQ*vid) | ελαφοι αυνηντησαν U+05D0AQ | ειδον] ιδον ΑΓ ειδοσαν Q το προσωπον Γ 16 παρηλθοσαν U+05D0Γ | εζητησαν] εξεζητ. AΓ | ενετειλατο αυτοις AQ om και το U+05D0 | αυτα] αυτας U+05D0c.bAQ* (superscr οι γ΄) οι ο΄ αυτα Qᵐᵍ 17 αυτοις] ι sup ras Aa (-τους A*))

163
εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, γενεὰς γενεῶν ἀναπαύσονται [*](B) ἐπʼ αὐτῆς.