Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον,

καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ.

ἰσχύσατε, χείρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοία· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.

τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται.

τότε ἁλεῖται ὡς ἔλαφος χωλός, τρανῆ δὲ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῆ διψώσῃ,

καὶ ἔσται ἡ ἄνυδρος εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ εὐφροσύνη ὀρνέων, ἐπαύλεις καλάμου καὶ ἕλη.

ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπʼ αὐτῆς, οὐ μὴ πλανηθῶσιν.

καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων οὐ μὴ ἀναβῇ εἰς αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι

καὶ συνηγμένοι διὰ Κύριον· καὶ ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σειὼν μετʼ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπέρ κεφαλῆς αὐτῶν, αἴνεσις [*](17 κληρονομησα. . A κληρονομησαιτε Qvid (? - σατε Q*) | γενεος] pr εις U+05D0AQΓ U+05D0c.bAQ | αναπαυσονται] pr και U+05D0Γ XXXV 1 διψωσα] pr η (superscr) A¹ 2 η δοξα] pr και U+05D0AQΓ | η τιμη του Καρμηλου (Κα| μηλου U+05D0* Καρμ, U+05D0c.a(vid),c.ab)] [θ΄) ωραιοτης του Καρμηλου ӄ του Σαρων ουτοι οψονται την δοξαν κυ (pr [ex Eus. d. e. 301] Καρμηλος ӄ Σαρων τοποι των αλλοφυλων) Qmg 3 χειρες] χιρα inceb U+05D0* (χιρες U+05D0¹ χειρ. U+05D0c.b) | γω|νατα U+05D0*vid 4 ισχυσατε] υψωσατε Q ανταποδιδωσιν] ανταποδωσει A 6 χωλος] pr ο U+05D0cAQ (ομοιως οι γ΄ Qᵐᵍ) Γ τρανη δε] και τρ. U+05D0AQΓ εσται] σεται U+05D0* (εσται U+05D0nix1) μογγιλαλων BᵃᵇQΓ λαλου Qmg υδωρ] υ rescr U+05D0¹ 7 η ανυδρος εσται (-τε U+05D0* -ται U+05D0c.b) U+05D0AQΓ ras εσται 2° A?vid επαυλις U+05D0* (-λεις U+05D0c.b) QΓ + ποιμνιων Γ καλαμου] ποιμνιω| U+05D0 οι γ΄ καλαμον Qmg ελη 2°] pr ποιμνιων Qᵐᵍ vid 8 εσται εκει (1°)] εκει εσται AQ | αγια] α 2° rescr U+05D0¹ (prins ut vid ος) εσταιεκει (2°)] εκει εσται A | ου μη (2°)] pr και U+05D0AQΓ Ιακαθαρτος(2°)…πλανη[θωσιν] pr obelos Bᵃ (non inst Bᵇ) 9 των πον. θηριων] των θηριων των πον. U+05D0AQΓ εις] επ U+05D0AQ (de Γ non liq) εκει αλλα] ει αλλα sup ras B¹fort [πορευσονται εν αυτη λελυ[τρωμενοι]] adnot ου κ π΄ εβρ Bᵃᵐᵍ 10 Κυριον] κυ Qᵐᵍ om και 2° U+05D0c.b AQΓ Σιων BᵇU+05D0AQΓ κεφαλης] + ουτων επι γαρ πης κεφαλης Bᵃᵇᵐᵍ + αυτων· επι γαρ κεφαλης U+05D0 (καιφ. U+05D0* κεg. U+05D0c.b))

164
[*](B) καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.