Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀλλὰ υῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ·

αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δέ τί [*](??Ζ) ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ?? ἐν τοῖς οἴκοις ὑμῶν;

τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;

Τάδε λέγει Κύριος Ἀνθʼ ὧυ ὑψώθησαν αἱ θυγατέρες Σειών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιυ ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἄμα παίζουσαι,

καὶ ταπεινώσει ὁ θεὸς μρχούσας θυγατέρας Σειών. καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσ κους,

καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν,

καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης, καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια καὶ τὰ ἐνώτια,

καὶ τὰ περιπόρφυρα [*](U+05D0AQZΓ) [*](9 ανηγγειλαν] α'θʼ ομοιως τοις ο' σʼ απηγγ. Qᵐᵍ ενεφανησαν Γ διοτι] οτι AΓ βεβουλονται Γ 9 –1 10 [βε]βουλευνται ...η ημιν εστιν] pr obelos Bᵃ (non inst Bᵇ) 10 ειποντες...εστιν] pr obelos Ζ(?) ειποντες A δησομεν Ζ δυσχρηστος ημιν] σ χρηστος ημιν sup ras Aᵃ 11 κατα ...αυτω] συμβησεται αυτω κατα τα εργα των χει (cet evan) Z συνβησεται B* fort 12 κυριευσουσινU+05D0*c.b (κυριευουσιν U+05D0c.a) F υμων 2⁰] ημων Γ τον τριβον] την τρ. U+05D0AZ υμων 3⁰] ουτων Ζ 14 Κυριος] pr ο Ζ om και μετα των αρ- χοντων αυτου U+05D0* (hab και των αρχ. α υτ. U+05D0c.a, ᵇ) αυτου] α υτων Q om η Q* (superscr Q1(?)) 15 των πτωχων] τω πτ. U+05D0* (των πτ. U+05D01) καταισχυ- νετε] + ?? φησι κς κς |πιπι πιπι) στρατειω + σʼ λεγει κς των δυναμεω Qᵐᵍ 16 λεγε U+05D0 Σειων B*cU+05D0] Σιων BᵇAQΓ item17 om εν U+05D0AQ* (hab Qᵐᵍ) Γ πορια U+05D0AQ* 17 om Κυριος Γ ανακαλυψει] αποκαλυψει AΓQ (θ' αποκ.) οι ο’ ανακ. Qᵐᵍ 18 του ιματ.] αυτου ιματ. Q* (του ιμ. Qᵃ) ουτων] +και τους κοσμους ουτων και U+05D0ΑQ* και τον κοσμον αυτ. Qᵐᵍ Γ εμπλοκια +αυτων U+05D0 | κοσυμβους] +αυτων U+05D0 α' τελᵍμωνας Qᵐᵍ μηνισκους] σʼ μανιακας Qᵐᵍ 19 το καθεμα] θʼ τα καθεματα α᾿ κροκυφαντους σʼ χαλαστα Qᵐᵍ 20 συνθεσιν] συνεσιν A | δοξης] + ουτων U+05D0* (improb U+05D0c. ᵇ) A χλιδωνας] σʼ βρα- χιαρια τα εγκομβωματα Qᵐᵍ om και τα ψελια...τα περιδεξια U+05D0* και τα ψελια καθ το εμπλοκιον (τα εμπλοκια U+05D0c.b ) και τα περιδεξια και τους δακτ.U+05D0c.a a, c.bAQ)

107
καὶ τὰ μεσοπόρφυρα,

καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν [*](B) οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά,

καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσῷ καὶ ὑακίνθῳ συνκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα.

καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον.

καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπᾷς μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται·

καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.

καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφʼ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.

Τῇ δέ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ·

καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σειὼν καὶ τὸ καταλειφθέν ἐν Ἰερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλήμ.

ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σειών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.

καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σειὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ φωτὸς πυρὸς καιομένου νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται·

καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.