Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.

ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρήλθοσαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαθήκην αἰώνιον.

διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῆ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.

πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχὴν.

πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθαδία καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας.

ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.

ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.

ὀλολύζετε περὶ τοῦ οἴνου, πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη.

καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελιμμένοι ἀπολοῦνται.

ταῦτα πάνταἔσονται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός.

οὗτοι βοῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἄμα τῇ δόξῃ Κυρίου. ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης.

διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται

Κύριε ὁ θεὸς [*](U+05D0AQΓ) [*](2 ο παις] om ο Γ ο παις ως ο κυριος] α΄ ως ο δυλος ως ο κυριος αυτου Qmg εσται 2⁰] pr και U+05D0Γ ο δανιζων] pr και U+05D0AQΓ | δανειζων, δανειζομενος BᵃᵇQᵃ και οφιλων...οφιλει] σ΄ ως ο απαιτω ουτως ο απαιτουμενος Qᵐᵍ οφειλων BᵃᵇAQᵃΓ om ως 6° U+05D0* οφειλει BᵃᵇQᵃ (?Γ) 3 φθο|[ρ]ησεται Γ προνομι Q* (-μη Qᵃ nisi pot 1) ταυτα] θ΄ το ρημα τουτο Qmg 4 επεν- θησεν] + θ΄ σ΄ ?? κατερριφη Qmg εφθαρη] + θ΄σ΄ κατερριφη Qmg | επενθησαν] pr και A επενθησεν Γ 5 η δε γη] και η γη U+05D0Γ παρηλθοσαν] παρεβησαν] AQ* (παρηλθο Qmg) προσταγματα] + κυ A διαθηκην] pr διεσκεδασαν U+05D0 pr οι ο΄ ?? διεσκεδασα α΄ ηκυρωσαν θ΄σ΄ ομοιως τοις ο΄ Qmg 6 ενοικουντες (εν|οικ. B* ε|ενοικ. B?)] κατοικουντες Γ καταλειφθ. ανθρ. ολιγοι] α΄ υπολειφθη- σεται ανος ελαχιστος (σ΄ ανος ολιγος θ΄ ανοι ολιγοι) Qmg ανθρωποι] pr οι Qᵐᵍ 7 στεναξουσι Q 8 αυθαδεια BᵃᵇQa 10 ηρημωθη] ηρωμωθη A ηρημωται Γ + ολη η γη U+05D0 | κλεισει] κλισθησονται U+05D0c.a οικιον (οι bis scr U+05D0* οικ. U+05D0¹⁽ᵛⁱd)c. ᵇ)] οικιαι U+05D0c.a οικιας Q 11 ολολυξετε Γ πεπαυται... ευφροσυνη] θ΄ ?? απεσχισθη χαρα Qmg ευφροσυνη] + της γης U+05D0AQΓ 12 καταλειφθ.] pr και U+05D0AQΓ πολις U+05D0* (-λεις U+05D0c.ᵇ) Q* εγκαταλελειμμ. BᵃᵇQᵃ ενκαταλελιμμ. U+05D0 13 παντα ταυτα Γ εσονται] εσται U+05D0c.b (εστε U+05D0*) AQΓ | καλαμη- σονται] καλαμαται U+05D0Γ καλαμησωνται Q ο τρυγητος] om ο Γ 14 βοη φωνησουσιν] φωνη βοησονται AQΓ 16 Κυριε ο θεος] οι γ΄ κυ θυ Qᵐᵍ)

143
Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ [*](B) εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν· οἱ ἀθετοῦντες τὸν νόμον,