Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.

καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἀλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.

ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.

ἔκλινεν ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία, καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι.

Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.

καὶ συνάξουσιν συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλεί σουσιν εἰς ὀχύρωμα, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.

καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐκ Σειὼν καὶ εἰς Ἰερουσαλήμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.

Κύριε ὁ θεός, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο.

ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια· [*](16 απο των πτ.] οι γ΄ ομοιως τοις ο΄ Qmg ερουσιν] α΄θ΄ ερει Qmg ουαι] U+05D0AQΓ pr ?? το μυστηριο μου εμοι το μυστηριον μου εμοι Qmg οι αθετουντες (αθουντες U+05D0) τον νομον] θ΄ κ αθεσιαν αθετου| των Qmg 17 υμας] ημας U+05D0* (υμ. U+05D0c) ενοικουντας] κατοικ. U+05D0* (ενοικ. U+05D0c. ᵇ) Γ επι της γης] εν τη γη U+05D0Γ 18 και ο εκβ.] ο δε εκβ. U+05D0AQ | εκβαινον Γ ηνεωχθησαν U+05D0AQΓ 19— 20 ταραχη ...αναστηναι] θ΄ θραυσει θραυσθησεται η γη κ διασκεδασει διασκεδασθησεται η γη κλινομενη κλειθησεται η γη σαλω σαλευθησετ, η γη ως ο μεθυων κ σεισθη- σεται ως οπωροφυλακιον κ καταβαρυνθησετ, επ αυτης η ανομια αυτης κ πεσειται κ ου προσθησει αναστην, Qmg 19 ταραχθη U+05D0* (-χη U+05D0?) 20 om ως ο μεθυων και κραιπαλων (κραπ. B) U+05D0 (εκλινεν κ. σεισθ. bis scr U+05D0* improb 20 U+05D0ca, c.b) AQΓ σεισθησεται] σαλω σαλευθησεται Qmg + η γη QᵐᵍΓ η γη] ως ο μεθυω και ο κραιπαλων U+05D0AQΓ (κρεπ. U+05D0AΓ) om κατισχυσεν... η ανομια U+05D0AQΓ αναστηναι] κατισχυσεν γαρ επ αυτης η ανομια U+05D0AQΓ post ανομια add και πεσιται και ου μη δυνηται στηναι U+05D0* (improb et unc incl U+05D0c.a, c.ᵇ) 21 και] + ?? α΄σ΄θ΄ εστ. εν τη ημερα εκεινη Qmg γης] + ?? θ΄σ΄ επι της γης Qmg 22 om συναγωγην αυτης εις δεσμωτηριον U+05D0AQΓ ?? θ΄ συναγωγης αυτης Qmg | οχυρωμα] και εις δεσμωτηριον U+05D0AQΓ γενεων] ετω Qmg ουτων] pr επ Γ 23 τειχος] + (pr ?? U+05D0c.a, c.ᵇ) και εντραπησεται η σεληνη και αισ χυν- θησεται (εσχ. U+05D0) ο ηλιος U+05D0Qᵐᵍ βασιλευσ|ει U+05D0* |σει U+05D0c.a, ᵇ | εκ] εν U+05D0AQ Σων BᵇU+05D0AQΓ (pr ?? τω ορει Qmg) εις] εν U+05D0AQ εκ Γ (sic) | πρεσβυτεοων] + αυτου U+05D0 XXXV 1 Κυριε] pr ωδη A θεος] + μου U+05D0AQ | γενοιτο] + κε Γ α΄ πεπιστευμενως σ΄ πιστει θ΄ ομοιως τοις ο΄ Qmg κε U+05D0AQΓ 2 πολεις 1⁰] πολιν U+05D0* (-λεις U+05D0c. ᵇ) πολις Q* | πολεις 2⁰] πολις U+05D0* (-λεις U+05D0c.b) om μη 1° U+05D0AQ)

144
[*](B) τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.

διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε.

ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς, ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥὐσῃ οὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπωμ ἀδικουμένων,

ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σειὼν ἀπὸ ἀνθρώπων ἀσεβῶν. οἷς ἡμᾶς παρέδωκας.

καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖςσ ἔθυεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον·

χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος πάντα ταῦτα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.