Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τάδε λέγει Κύριος σαβαώθ Πορεύου εἰς τὸ παστοφόριον πρὸς [*](B) Σόμναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ

Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν;

ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβάλλει καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον,