Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐκάλεσεν κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,

αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.

καὶ ἀνακεκαλυμμένα ?? ἐστιν ἐν τοῖς ὠσὶν Κυρίου σαβαώθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε.