Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καταλελιμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ καὶ οὐκ ἔσται ὁ διώκων·

καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν, Ἐφράιμ· καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν.

Τάδε λέγει Κύριος σαβαώθ Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις [*](U+05D0ΑQΓ) [*](8 επλανηθητε U+05D0 απεσταλμενοι] + ?? α’ μονος απ αυτης Qᵐᵍ ενκατελει. ηφθησαν] εγκ. BᵃAQ θαλασσαν] ερημον U+05D0* (θαλ. U+05D0c.a postea repos ερ.) AQ* (θαλ. Qᵐᵍ οι γʼ ӄ το Εβρ. ομ[οιω]ς θαλ. Qᵐᵍ) 9 κλαυθμον] α sup ras U+05D01 | αμελον U+05D0* (αμπ. U+05D0c.a) αμπελος Γ Σαβαμα Q | κατεβαλεν] κατελαβεν U+05D0 |σ᾿ Εσβω Qᵐᵍ Ελεαλη] ελαλησεν BᵃᵇU+05D0ΑQ* (Ελεαλη ομοιως οι γ Qᵐᵍ) Γ -αλη U+05D0* (improb U+05D01vid postea ras) οτι] ετι U+05D0QΓ om A 10 αγαλιαμα U+05D0 εκ των αμπελωνων] + σου U+05D0ΑQΓ α’ απο του Καρμηλου σʼθʼ εκ του Κ. Qᵐᵍ εν τ.αμπ. σου ου μη ευφρανθ.] α’ ε αμπελωσιν ουκ αινεσει Qᵐᵍ πατησωσιν Γ 11 ως 2⁰] ωσει U+05D0ΑQΓ τειχος ενεκαινισας (σα rescr A¹ νησας Γ )] τ. ο ενεκαιν. U+05D0ΑQΓ σʼ [τειχει] τω οστρακινω Qᵐᵍ 12 εις 1⁰] ως A om οτι A 12 13 εξελε σθαι αυτον του | pr obel Bᵃ (non inst Bᵇ) 13 τουτο ρημα] τοτοτο ο.U+05D0* τοτο ρ. U+05D0c.a τουτο το ρ. U+05D0c.bAQΓ ελαλησεν 2⁰] pr και U+05D0ΑQΓ 14 λεγων Γ παντι τω πλουτω] pr εν U+05D0AQΓ om τω πολλω Γ πλολω U+05D0* (πολλ U+05D0c.a) X VII tit periit in Γ 2 καταλελειμμ. BᵃᵇQᵃΓ οi γʼ κατα λελιμμενοι πολεις Qᵐᵍ και αναπαυσιν] + βουκολιων U+05D0c.a A om και αναπ. U+05D0* (hab U+05D0c.a) ουκ] ουκαιτι U+05D0* ουκετι U+05D0c.a c.b 3 καταφυγειν] υ sup ras Aᵃ? Εηφρεμ U+05D0 | ουκετι 2⁰] + εσται U+05D0 ( τε) AQΓ Συρων] Ασσυρων (sic) A + απολειται U+05D0 (. λιτ. U+05D0* -λειτ. U+05D0c.b ) A βερτιων U+05D0* (βελτ, U+05D0c.a c.b 2 ᵇ) om και της δοξης ουτων Γ)

131
δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται

καὶ [*](B) ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ,

καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἣ ὡς ῥῶγες ἐλαίας δύο ἣ τρεῖς ἐπʼ ἄκρου μετεώρου, ἣ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ.

τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται,

καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελιμμέναι ὃν τρόπον κατέ. λιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εύαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, αὶ ἔσονται ἔρημοι·

διότι κατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ υρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύευμα ἄπιστον καὶ σπέρμα ἄπιστον·

τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν ᾗ ἃν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου.

Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, οὕτως ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει·

ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου. καὶ ἀποσκορακιεῖ αὐτόν, καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοί καταιγὶς φέρουσα.

πρὸς ἑσπέραν, καὶ ἔσται πένθος· πρὶν ἢ πρωί, καὶ [*](4 δοξης 1⁰] pr της U+05D0AQΓ πιονα (πει B* πι BᵇA*)] πλειονα (πλι. U+05D0A¹Q*) U+05D0AQΓ QᵃΓ σεισθησεται (σισθ. A)] ισ sup ras Aᵃ? 5 σταχυων (ταχ. U+05D0* σταχ. U+05D01(vid) ᵇ)] + εν τω βραχιονι αυτου U+05D0* (improb U+05D0c.a,c.ᵇ) A αμησει U+05D0*fort (η2⁰ sup ras U+05D01) 6 ουτων] αυτου AQ* ( των Qᵐᵍ) 7 ο αν θρωπος] om ο U+05D0* (hab U+05D0c.a c.b) A 8 ωσιν] + επι τοις αδικησασιν αυτους ουδε U+05D0 | εργοις] ερτ incep U+05D0* ουτων 2⁰] + αλλ εσονται (-τε U+05D0) πεποιθοτες (πο inceb U+05D0* πεπ. U+05D0¹⁽ᵛⁱᵈ) επι τον αγιον του Ιηλ U+05D0Q δενδρα] + επι τα αρση ουτων U+05D0* (improb U+05D0c.a et [exc ουτων]) U+05D0c.a ᵇ) αλση ουτων A + ουτων Q 9 πολις U+05D0*Q* ( λεις U+05D0c.b ᵇQᵃ) om σου U+05D0* (hab U+05D0c.a) ενκαταλελιμμ. U+05D0 εγ- καταλελειμμ. BᵃᵇQᵃ Γ κατελιπον] ε κατελιπον U+05D0 εγκατελειπον A κατελειπον Qᵃ (postea ras ε 20) Γ Αμ μορρεοι U+05D0 10 κατελειπες Qᵃ (postea ras ε 2⁰) εγκατελειπες AΓ βοηθου] θυ Γ 11 αν] εαν U+05D0 φυτευσεις Γ σπειρης] φυτευσῃς A ως] ωσπερ A κληρωσει (2⁰) U+05D0 ( σι) Γ om σου A 13 φε- ρομενου] καταφερ. AQ χνουν] χνους U+05D0* (χνουν U+05D0c.a c.b) χουν AΓ αχυρων QΓ λικμωντων] θʼσʼ ορεων Qᵐᵍ 14 προς] pr σʼθʼ το Qᵐᵍ om και 10 U+05D0AΟΓ προι U+05D0* (πρωι U+05D0c.ᵇ a, c.ᵇ))

132
[*](B) οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.

Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας,

ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. πορεύσονται γὰρ ἂγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν· τίς αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς

πάντες ὡς χώρα κουμένη κατοικηθήσεται· ἡ χώρα αὐτῶν ὡς εἰς σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται.

διότι οὕτως μοι εἶπεν, Κύριος Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται.

πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος, καὶ ὄμφαξ ἀνθήσει ἄνθος ὀμφακίζουσα· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ καὶ ἀποκόψει,

καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ συναχθήσεται ἐπʼ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπʼ αὐτὸν ἥξει.

ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦτεθλιμμένου καὶ τετιλμένου, καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον οὗ τὸ ὄνομα Κυρίοι σαβαώθ, ὄρος Σειών.