Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐλεήσει Κύριος τὸν Ἰακώβ, καὶ ἐκλέξεται ἔτι τὸν ἰσραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτούς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ,

καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσιν, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς εἰς δούλους καὶ δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν.

Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε Κύριος ἀπὸ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας οὐτοῖς.

καὶ λήμψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής;

συνέτριψεν Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων·

πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ ἣ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.

πᾶσα ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης,

καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου Ἀφʼ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς.

ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες [*](20 ουδε 2⁰] ουδ ου U+05D0 | διελθωσιν] εισ|ελθωσιν U+05D0Γ | αυτην 2⁰] pr εις U+05D0Γ | U+05D0AQΓ αναπαυσωνται A 21 εμπλησθησονται] πλησθ. A | αι οικιαι] om αι A | ηχου] α΄ φωνω Qmg | σιρηνες Q* Γ α΄σ΄ στρουθοκαμηλοι Qmg | δαιμονια] α΄ τριχιωται θ΄ ορθοτριχουντες Qmg | ορχησονται] ορχηθησονται A 22 νοσ- σοποιυσωσιν Γvid | εχινοι] π΄ σιρηνες Qmg χρονιει] + (θ΄) ӄ ημεραι αυ- της ου μη εφελκυσθωσιν Qmg XIV 1 γιωρας (γειωρ. Bab U+05D0AQΓ)] adnot ο την γην φυλασσων Bc? οι λ΄ προσηλυτος Qmg | προσπροστεθησεται (1°) Q* | προς 2⁰] επι A 2 ληψονται BᵇQΓ | πληθυνθησονται] + οικος Ιηλ U+05D0 | γης] + του θῦ ουτων U+05D0 + του θῡ AQΓ κυριευθησοται Q* (-σονται Qᵃ) 3 τη ημ. εκ.] pr εν U+05D0* (improb U+05D0c.b (vid) postea restit) AQ | Κυριος] οι θς U+05D0* (improb ι U+05D01 postea ras) ο θς AQ* Γ ο κς et πιπι Qmg απο] εκ U+05D0c.aAQ om Γ | οδυνης] + σου U+05D0c.a (postea ras) om και 2⁰ Q | της δουλειας (-λιας U+05D0AQ*)] pr και U+05D0AQ pr εκ Γ | om σου 2⁰ AQΓ 4 ληψη QΓ τον βασιλεα] om τον U+05D0* (hab U+05D0c.b) | ερεις] + εν τη ημερα εκεινη (εκιν. U+05D0) U+05D0AQΓ 5 Κυριος] ο θς U+05D0AQ*Γ ο κς et πιπι Qmg | 6 παταξας] Ωρ. επαταξεν Qᵐᵍ | παιον Γ 8 Λιβανου 1⁰] δρυμου U+05D0* (Λιβ. U+05D0c.b (vid) ras U+05D0c.c (vid)) | ηυφρανθησαν U+05D0AQ | Λιβανου 2⁰] + ερουσιν Qᵐᵍ 9 επικρανθη] α΄ εκλονηθη σ΄ εσαλευθη Qmg συ|αντ. B* συν|. Bᵇ συναντισας Γ | συνηγερθησαν… γιγαντες] α΄θ΄ εξεγειρεν σοι ραφαειμ Qmg | αρξαντες] αρχοντες U+05D0* (αρξ. U+05D0c.a, c.b))

126
[*](B) ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν.

πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης.

κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσιν σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.

πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη,

σὺ δὲ εἶπας τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν,

ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.

νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.

οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς,

ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις αὐτοῦ καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν.

πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ·

σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν,

οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.