Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.

καὶ ἔσονται οἱ καταλελιμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐν Σουφείρ.

ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου σαβαώθ, τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

καὶ ἔσονται οἱ καταλελιμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι· καὶ ἄνθρωπος εἰς τὴν χώραν ἑαυτοῦ διώξεται.

ὃς γὰρ ἂν ἁλῷ ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶν μαχαίρᾳ πεσοῦνται.

καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.

ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον οὐδέ χρυσίου χρείαν ἔχουσιν.

τοξεύματα νεανίσκων συντρίψουσιν, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν.

καὶ [*](§ Γ) ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, § ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· 20oὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν [*](U+05D0AQΓ) [*](9 ημερα] pr η U+05D0A | ανιατος ερχεται U+05D0AQ | θυμου και οργης] θ΄ μηνιδος κ οργης ӄ θυμου Qmg οικουμενην] + ολην U+05D0Q 10 ο Ωρειων] ο Ωριων BbU+05D0c.a AQ Ωριον U+05D0* κοσμος] οικος U+05D0* (κοσμ. U+05D0c.a) | φως 1⁰] ?? αυτω Qmg | του ηλιου ανατελλοντος] σ΄θ΄ ο ηλιος εν τη εξοδω αυτου Qᵐᵍ | 11 ασεβεσι AQ 12 καταλελειμμ. BᵃᵇQᵃ? ανθρωπος] pr ο U+05D0AQ ο λιθος] om ο U+05D0* (hab U+05D0c.a) εν] εκ U+05D0AQ 13 ουρανος θυμωθησεται] α΄ ουρανους κλονησω σ΄ τον ουρανο ταραξω θ΄ ουρανον θυμωσω Qmg om οργης Q* (hab Qmg) | αν] εαν U+05D0 14 καταλελειμμ. Bᵇ(vid) Qa? | φευγον] φευοντα U+05D0* (φευγον U+05D0c.a, c.b) | και ουκ εσται…διωξεται] α΄ ӄ ουκ ε. αθροιζων ανηρ προς λαον αυτου νευσουσι ӄ ανηρ προς γην αυτου φευξονται Qmg ανθρωπος] ανθρωπον U+05D0c.a, c.b AQ* (-πους Qmg) | εαυτου] αυτου U+05D0AQ | διωξεται] διωξαι U+05D0c.a, c.b) AQ* (-ξεται Qmg) 15 ος] ως U+05D0* (ος U+05D0c.a, c.b) | αν] εαν AQ | ηττηθησεται] οι γ΄ εκκε|τηθη|σεται Qmg οιτινες] οσοι A 16 ραξουσιν ενωπιον αυτων] om ουτων B om ραξουσιν U+05D0* ενωπιον ουτων ραξ. U+05D0c.a AQ om και τας οικιας ουτων U+05D0* (hah και τ. οικειας αυτ. U+05D0c.a) 17 οι…εχουσιν] α΄ οι αργυριον ου λογιζοντ, ӄ χρυσιον ουκ ευδοκησουσῑ Qmg | χρυσιου] χρυσιον U+05D0* (.ου U+05D01(vid) A 18 ελε- ησουσιν AQ* (σωσιν Qa) 19 Βαβυλων] pr η Q* | απο] υπο U+05D0AQ 20 χρονον] τ pro χ rescr ut vid U+05D0¹ | om ουδε…γενεων Γ | ουδε 1⁰] ουδ ου U+05D0Q)

125
γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσονται [*](B) ἐν αὐτῇ.

καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου· καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται,

καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.

Καὶ ἐλεήσει Κύριος τὸν Ἰακώβ, καὶ ἐκλέξεται ἔτι τὸν ἰσραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτούς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ,

καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσιν, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς εἰς δούλους καὶ δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν.

Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε Κύριος ἀπὸ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας οὐτοῖς.

καὶ λήμψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής;

συνέτριψεν Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων·