Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.

τάδε λέγει Κύριος Παντοκράτωρ Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει; λέγει Κύριος Παντοκράτωρ.

τάδε λέγει Κύριος Παντοκράτωρ Ἰδοὺ ἐγὼ σώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν,

καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαὸν κἀγὼ ἔσομαι αὐτοῖς εἰς θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ.

τάδε λέγει Κύριος Παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφʼ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ ναὸς ἀφʼ οὗ ᾠκοδόμηται.

διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξρποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ.

καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ,

ἀλλ᾿ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσαω τοῖς καταλοίποις τοῦ λαοῦ μου τούτου ταῦτα πάντα.

καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ἰούδα καὶ οἶκος Ἰσραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν.

διότι τάδε λέγει Κύριος ΙΙαντοκράτωρ Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα·

οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ καὶ τὸν οἶκον [*](4 ραβδον] ραψον U+05D0* (δ superscr U+05D01) τη χειρι] om τη A 5 αυτης] U+05D0AQΓ ουτων U+05D0* (.της U+05D0c.a c.b ) 6 ει] pr διοτι A αδυνατωσει (10) U+05D0* (.τησει U+05D01?c.a ) 7 σωζω] ανασωζω AQΓ 8 καγω] και εγω U+05D0AQΓ αληθια U+05D0* (.θεια U+05D0c) 9 τους λογους τουτους εν ταις ημεραις ταυταις U+05D0c (ord priorem postea revoc) παντοπρατορος (sic) U+05D0 | ωκοδομηθη U+05D0* (μητοι U+05D0c.a ) 10 προ] πρω U+05D0* (προ U+05D01) ονησιν] incep ονο U+05D0* (improb ο 2⁰ U+05D0¹ postea ras) υπαρχει QΓ και τω εκπορευομενω] και τω εκ sup ras U+05D01 12 η αμπ.] μη αμπ. U+05D0* (η U+05D0c.b) om και η γη δωσει τα γενηματα αυτης και o U+05D0* (hab U+05D0c. ᵇ) om τουτου U+05D0Qc.ᵇAQΓ παντα ταυτα AQΓ 13 οικος 2⁰] pr ο AQc διασω U+05D0* (διασωσω U+05D0c.a) 14 om με Q* (superscr Qa) 15 την Ιερ.| της Ιερ. U+05D01,c.a (vid))

84
[*](B) Ἰούδα· θαρσεῖτε.