Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων

Τάδε λέγει Κύριος ΙΙαντοκράτωρ Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτειρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ,

καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.

καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν,

καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν Κύριος Παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου Παντοκράτορος.

καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος Παντοκράτωρ.

καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.

Καὶ ἐγένετο λόγος Κυρίου Παντοκράτορος λέγων

Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σειὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωκα αὐτήν.

τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σειών, καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ κληθήσεται ἡ Ἰερουσαλὴμ πόλις ἡ ἀληθινή, καὶ τὸ ὄρος Κυρίου Παντοκράτορος ὄρος ἅγιον.

τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἰερουσαλήμ, [*](U+05D0AQΓ) [*](7 πολις U+05D0* ( λεις U+05D0c. ᵇ) αυτης] ουτων A ορινῃ AQ*Γ* (ρειν. QᵃΓᵃ) η πεδινη (πεδειν. Γa] om η Γ 9 Παντοκρατωρ] + λεγων QΓ κρινεται U+05D0* (κριναται U+05D0c.a c. ᵇ) ελεον U+05D0c.ᵇ οικτιρμον Bᵇ U+05D0Γa 10 καταδυναστευσητε Q μη ιμνησικακειτω του αδελφου αυτου Q 11 ηπειθησαν] επιθ, U+05D0* (ηπιθ. U+05D01) προεχειν Q*ᵛᵈ (προσ. Q¹) παραgφρονουτα U+05D0* ( νουντα U+05D0c.a ) του παραᾳφρονειν Γ 12 τας καρδιας U+05D0* (την καρδιαν U+05D0c.a,c.b ) απιθη Γ* απειθη Γᵃ mox απειθειν εισακουσοι A εξαπεσταλκεν QΙ οργη] ορμη A (notavit et in mg διπλην adscr Aᵃ? παντοκρατος (sic) U+05D0 13 ειση- κουσαν] + αυτου U+05D0AQΓ ουτω Qᵃ εισακουσω] +αυτων AQΓ 14 ανα- στρεψοντος U+05D0* (-στρεφοντος U+05D0c.a ) V |II 1 λεγων] pr προς με U+05D0c.b (postea ras) 2 παντοκρατων U+05D0*: item 6 (10) εζηλωκα 1⁰] εζηλησα (sic) U+05D0 εζη- λωσα AΓ Ιερουσαλημ] pr obelum et in mg adscr ου κ᾿ πʼ Εβρʼ Bᵃ Σιων BᵇU+05D0AQΓ: item 3 εζηλωκα 2⁰] εζηλωσα U+05D0AQΓ 3 Κυριος] + παντοκρα- τωρ U+05D0c.ᵇ | επιστρεψω] pr και AQΓ om επι Q* (hab Qmg) η Ιερουσαλημ (Ειεο. U+05D0* Ιερ. U+05D0c)] om η U+05D0A η αληθινη] om η U+05D0AQΓ και 3⁰| + ο U+05D0* im prob U+05D0¹ᵛⁱᵈ et postea ras) om ορος 2ᵇ U+05D0* 4 πρεσβυτερου U+05D0* (ροι U+05D0¹c.b ) πρεσβυτεραι] πρεσβυτε U+05D0* (τεραι U+05D0c.a))

83
ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χερὶ αὐτοῦ ἀπὸ [*](B) πλήθους ἡμερῶν·