Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασίν μου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάσσῃς τὴν αὐλὴν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.

ἄκουε δή, Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας. σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου, διότι ἄνδρες [*](11 ἐπιγνώσῃ] γνωση U+05D0? (postea rurs επιγν.) εξαπεσταλκεν] απεσταλ- U+05D0AQΓ κεν A 12 τη μεριδι] την μεριδα U+05D0*QΓ και την μ. U+05D0c.a (postea ras ӄ) A 13 σαραξ U+05D0* απο] πο U+05D0* (απ.U+05D0c.a) οτι] διοτι AQΓ III 1 εδεξε Qᵃ | τον Ιησουν] om τον AQΓ ειστηκει BᵃᵇQᵃΓb(vid) (item 3, 5) του αντικει- σθαι] om του A 2 τουτο] το B* (του το Bᵃ?b) εξεσπαμενος B* (εξεσπασμ. Bᵇ⁽ᵛⁱᵈ) 3 του αγγελου] om του Q* (hab Qmg) + κϋ Q 4 ειπεν 1⁰] ειπα A ειπε Qᵃ τους εστηκοτας] τ. εστωτας U+05D0* (τ. εστηκοτας U+05D0c.b) τον εστηκοτα Q αηφελε Q* (- λετε Qa) ρυπαρα] ρυ sup ras Aᵃ? ποδηρη] πορηδη (sic) 5 om και επεθηκαν...αυτου (2⁰) U+05D0* (hab U+05D0c.b) και περιε- βαλον αυτον ιματια και επεθ. κιδ. καθ. επι την κεφ. αυτου AQ 6 λε- γων προς Ιησουν A 7 εν 1⁰| εαν Bᵃᵇ A pr εαν Q εν 2⁰ imbrob Bᵃᵇ προσταγμασι Qᵃ φυλασση U+05D0c.b (vid) (postea ηφυλαξη revoc) AQ διαηφυλασ- σης] φυλαξῃς και γε A διαηφυλαξης και γε Q τουτων] pr α U+05D0* (improb U+05D0¹) 8 Ιησου U+05D0AQ οι καθημενοι] pr και AQ προσωπου] + σου U+05D0AQ)

78
[*](B) τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν·

διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος Παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, συνκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ ἐξῆρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ·

καὶ εἶπεν πρὸς μέ Τί σὺ βλέπεις; καὶ εἶπα Ἑόρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς,

καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων.

καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστιν ταῦτα, κύριε;

καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρὸς μέ λέγων Οὐ γινώσκεις τί ἐστιν ταῦτας καὶ εἶπα Οὐχί, κύριε.

καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς μέ λέγων Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι ἀλλ᾿ ἢ ἐν πνεύματί μου, λέγει Κύριος Παντοκράτωρ.

τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβαβέλ, τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Αἱ χεῖρες Ζοροβαβέλ, ἐθεμελίωσεν τὸν οἶκον τοῦτον, καὶ αἱ [*](§ Γ) χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι Κύριος Παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.

διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβέλ· ἑπτὰ οὗτοι ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.

καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν Τί αἱ δύο [*](U+05D0AQΓ) [*](8 εισι] ει σει U+05D0* (ει 1⁰ sub ras U+05D0¹) εισιν U+05D0c.a ,c.b AQ* (σι Qᵃ) αγω] eπαγω U+05D0c.b 9 δεδωκα Q επτα] ζʼ 10 συγκαλεσετε Bᵃᵇ AQ* ᵛᵈ (σατε Qᵃsaltem IV 1 εξηρεν] εξηγειρεν U+05D0AQ* ρε Qᵃ) εξεγερθη] εξερθη Avid 2 ειπα] ειπεν AQ* (ειπε Qa) εωρακα BbU+05D0Qa vid λυχνοι] λυχνιU+05D0* (χνοι U+05D01) επαρυστιδες U+05D01 (παρ.U+05D0* -στριδας U+05D0c.b ) A 4 ειπον] ειπα AQ om λεγων A εστι Qᵃ: item 5, 13 5 om προς με λεγων A 5 6 om ου γινωσκεις .. προς με λεγων (20) U+05D0* (hab U+05D0c.a ᵐᵍ inf rescr U+05D0c.a ᵇᵐᵍ sinistr) 6 ειπε Qᵃ : item 13 Ζοβαβελ U+05D0* (Ζοροβ. U+05D0c.a c.b ve; etoa, amtea εν 1⁰] ν sup ras B 9 .10 om εθεμελιωσεν. .εν χειρι Ζοροβ. ) (hab Qmg ) 9 εθεμελιωσαν U+05D0AQmg επιτελουσιν A εξαπεστειλεν A 10 χαρησονται U+05D0Qc.ᵇΑQᵐᵍΓ κασσιδεριον U+05D0* (κασσιτερινον U+05D0c.a c.b ) επτα] ζʼ U+05D0 οφθαλμοι] + κυ U+05D0QΓᵃ? (sup ras) εισιν] +κυ A ει sup ras Γᵃ? 11 ειπα] ειπον U+05D0)

79
ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;

καὶ ἐπηρώτησα [*](B) ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶν λαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς;

καὶ εἶπεν πρὸς μέ Οὐκ οἶδας τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε.

καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν κυρίῳ πάσης τῆς γῆς.

Καὶ ἐπέστρεψα καὶ ἤρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδού δρέπανον πετόμενον.

καὶ εἶπεν πρὸς μέ Τί σὺ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μήκους πήχεων εἴκοσι καὶ πλάτους πήχεων δέκα.