Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπὲν Γαῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸυ Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσάρα [*](§ Γ) κέρατα, τὰ ἔθυη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτὴν.

Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.

καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃς; καὶ εἶπεν πρὸς μέ Διαμετρῆσαι τὴν Ἰερουσαλήμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος.

καὶ ἰδοὺ ὁ ἅγγελος ὁ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ,

καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπαως κατοικηθήσεται Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων κμὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·

καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος. τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.

ὢ ὢ φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει Κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος·

εἰς Σειὼν ἀνασώζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.

διότι τάδε λέγει Κύριος Παντοκράτωρ Οπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ·

διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπʼ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος Παντοκράτωρ ἀπέσταλκέν με.

τέρπου καὶ εὐφραίνου, θύγατερ Σειών, διότι ἰδοὺ ἐγὼ [*](U+05D0AQΓ) [*](19 εστι Qᵃ και ειπεν.. Ιερουσαλημ] obelis notavit et in mg udscr ου κ᾿ π᾿ Εβρ᾿ Bᵃ(?) om και Ιερουσαλημ AQ 20 τεσσαρες U+05D0Q* (- οας Qᵃ) τεκτονες U+05D0* (-νας U+05D0c.a, c.b) 21 ειπεν (-πε Qᵃ)] + προς με AQ δεις Q* (ουδ. Qᵃ) εξηλθοσαν] εισηλθον AQ| τεσσερα U+05D0¹ AQ* om τα εθνη A* (hab Aᵃ)?) διασκορπησαι Γ II 1 ιδον U+05D0AΓ σχονιον U+05D0 2 συ] σοι U+05D0* (συ U+05D0c.a, c.b) ιδειν] εηδειν U+05D0* ειδ, U+05D0? 3 ειστηκει Bᵃᵇ συναντησιν αυτω] απαντησιν αυτου U+05D0AQ) 4 ειπε Qᵃ om λεγων 1⁰ U+05D0* (hab U+05D0c.a) | | νεανιλαν] νεανισκον U+05D0 | κατακαρπος Qᵃ κατοικησεται U+05D0* (- κηθησεται ?c.a) εν μεσω] pr των AQᵐᵍΓ 5 λεγει] φησιν AQ* (φησι Qᵃ ᵛiᵈ) Γ εσομαι 2⁰] εσω και Γ αυτης] αυτων AΓ 6 απο] εκ Q 7 Σίων Γ; item 10 8 λέγει] ἵει B* λεγι ᵃ απτομενος 2⁰] pr ο ᵍAΓ 9 om ιδου ᵃ (hab Oᵐ¹ᵍ) δουλευσασιν Aᵇ αυτοις] αυτης Γ γνωσονται U+05D0* (-σεσθε U+05D0c.b) οτι διοτι AOΓ Κυριος] pr εγω ειμι U+05D0* (improb U+05D01(vid)? ᵃ.ᵇ) απεσταλκε )ᵃ 10 θυγατηρ U+05D0* (- τερ U+05D0c.b) διοτι] οτι U+05D0 | om εγω A)

77
ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.

καὶ [*](B) καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος Παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.

καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν, τῇ μερίδι αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἰερουσαλήμ.

εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.

Καὶ ἔδειξέν μοι Κύριος τὸν Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ.

καὶ εἶπεν Κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξέσπασμένος ἐκ πυρός;

καὶ Ἰησοῦς ἣν ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ ἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου.

καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων¶ Ἀφέλετε τὰ ἱμάτια τὰ [*](¶ Γ) ῥυπαρὰ ἀπʼ αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη,

καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια. καὶ ὁ ἄγγελος Κυρίου ἱστήκει·

καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων