Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπα Τί οὗτοι, κύριε ; καὶ εἶπεν πρὸς μέ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα.

καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρὸς μέ Οὗτοί εἰσιν οὓς ἐξαπέστειλεν Κύριος περιοδεῦσαι τὴν γῆν.

καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον Ιεριωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.

καὶ ἀπεκρίθη ὁ ἅγγελος Κυρίου καὶ εἶπεν Κύριε Παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;

καὶ ἀπεκρίθη Κύριος Παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς.

καὶ εἶπεν πρὸς μέ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σειὼν ζῆλον μέγαν,

καὶ ὀργὴν μεγάλην ἐγῶ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθʼ ὧν μέν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιβλέψω ἐπὶ Ἰερουσαλὴμ ἐν οἰκτιρμάῷ. καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος Παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἰερουσαλὴμ ἔτι.