Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΕΝ τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων

Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.

καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐπιστρέψατε πρὸς μέ, λέγει Κύριος τῶν δυυάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων.

καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες Τάδε λέγει Κύριος Παντοκράτωρ Ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶυ ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν· καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.

οἱ πατέρες ὑμῶν, ποῦ εἰσιν; καὶ οἱ προφῆται, μὴ τὸν αἰῶνα ζήσονται;

πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν Καθὼς παρατέτακται Κύριος Παντοκράτωρ τοῦ ποινῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.

Τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί, οὗτός ἐστιν ὁ μὴν Σαβάτ, ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων

Ἑόρακα [*](U+05D0AQ) [*](Inscr Ζαχαριας ια ΒAQ om U+05D0* Ζαχαριας U+05D0c.b I 1 δευτερου] β’ U+05D0 | Δαρειου (BQa)] Δαριου U+05D0AQ* 2 υμων] ημων A 3 λεγει Κυοιος των δυναμεων (1⁰)] λ. κς παντοκρατωρ U+05D0* om U+05D0c.a a (om παντοκρ. etiam U+05D0c.b Q και επιστραφησομαι προς υμας] επιστρεφ ατε προς με U+05D0* (ӄ επιστραφ. προς υμ. U+05D0c.a, c.b) των δυναμεων (2⁰)] παντοκρατωρ AQ 4 υμων 1⁰] υπων U+05D0* (υμ. U+05D0c.a) εμπροσθεν] pr οι U+05D0c.a AQ και απο.. πονηρων (2⁰) sup ras A¹ om και ουκ εισηκουσαν AQ 5 εισι Qᵃ 6 παρατετακτο Qᵃ om ημιν 1⁰ AQ υμιν U+05D0* (ημ. U+05D0c.a, c.b) ημων 1⁰] ρων B* (ημ. U+05D0c.a, c.b) υμων AQ ημων 2⁰] μυων AQ 7 τη τετραδι] om τη Q Δαρειου (inst ε Bᵇ) Δαριου U+05D0 8 εωρακα BᵃU+05D0Qᵃ ᵛⁱᵈ)

75
τὴν νύκτα, καὶ ἰδοὺ ἀνήρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ [*](Β) οὗτος ἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί.