Aggaeus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὑποτάξατε δὴ τὰς καρδίας¶ ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης [*](¶ Γ) καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐυάτου μηνός, καὶ ἀπὸ τῆς ἡμέρας ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,

εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἃλω, καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν· ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.

Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἁγγαῖον τὸν πρὸφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων