Aggaeus

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν,

καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν, καὶ καταστρέψω ἄρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάτοι αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, λήμψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος. καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σέ ᾑρέτισα, λέγει Κύριος Παντοκράτωρ.