Habacuc

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοί, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.

καὶ ἀπεκρίθη πρὸς μέ Κύριος καὶ εἶπεν Γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά.

διότι ἔτι ὅρασις εἰς καιρόν, καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ.

ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχὴ μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται.

δὲ κατοιόμενος καταφρονητής· οὐδέν μὴ περάνῃ· ὃς ἐπλάτυνεν καθὼς ᾅης τὴν ψυχὴν [*](10 om τυραννοι Q* (hab Qmg) βαλλι U+05D0* (βαλει U+05D0c.b) 11 μεταβαλλι U+05D0AQ U+05D0* (μεταβαλει U+05D0c.b) 12 αρχης] + μου Q θεος] + μου A αυτο] αυτον AQ παιδιαν U+05D0 13 οφθαλμος] + σου B a μου A pr ο A οδυνης] ου δυνηση U+05D0c.b ᵇAQ* (οδ. Qᵐᵍ) ινα] εις A επιβλεπης Qᵃ καταπινειν (καπιν.B*)] κατα- πιειν U+05D0c.b (rursus -πινιν) Q* (-πινειν ᵐᵍ) 14 ποιησης U+05D0 | ηχθυς U+05D0* (χθυος U+05D0c.a) om τα 2⁰ U+05D0*c.b ⁽ᵛⁱᵈ (hab U+05D0ψc.ᵃ) 15 συντελιαν U+05D0* (-λειαν U+05D0c.b) 16 om η καρδια αυτου U+05D0¹ (postea restit) θυσει] θυμιασει Q τη σαγηνη] τω αμφι- βληστρω AQ τω αμφιβλ.] τη σαγηνη AQ om και τα βρωματα αυτου Q* (hab Qmg) 17 αμφιβαλλει U+05D0* (αμφιβαλει U+05D0c.b?) επιβαλει) Qᵃ ᵛⁱᵈ αποκτεινειν U+05D0*c.b A αποκτενει α ⁽ᵛᵈ) II 1 om και επιβησομαι Q* (hab Qᵐᵍ) ελεγχον μου] ελεγμου U+05D0* (-γχον μου U+05D0c.a) 2 προς με Κυριος] κς προς με AQ om και 3⁰ U+05D0c.a (postea revoc) εις] επι AQ ιωκη (διωκη U+05D0c.a) 3 διοτι] οτι A ορασεις AQ* ανατελει] απαγγελει U+05D0c.a (vid)ᵐᵍ inf (postea ras) εις 2⁰] ες A κενον] καινον A υστερησει U+05D0A 4 ευδοκει] ευδοκις U+05D0* (σ improb et ras U+05D0?) δικαιος] + μου A 5 κατα- φρονητης] pr και BᵃᵇU+05D0A pr ο Q + ανηρ αιαζων Bᵃᵇ ᵐᵍU+05D0AQ ουδεν] συθεν U+05D0c.bAQ αδης] pr ο U+05D0A)

60
[*](B) αὐτοῦ, καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει ἐπʼ αὐτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς.

οὐχὶ ταῦτα πάντα παραβολὴν κατʼ αὐτοῦ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ· ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς.

ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.

διότι ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσιν πάντες οἱ ὑπολελιμμένοι λαοί, δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.

Ὢ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν·

ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου·

διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.

Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασιν, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις.

οὐ ταῦτά ἐστιν παρὰ Κυρίου Παντοκράτορος ; καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν.

ὅτι ἐμπλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς.

Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερῷ, καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν.

πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σύ· καρδίᾳ σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπὶ σέ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.

διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε, διὰ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν.