Nahum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπʼ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους. καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.

καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ ὑπερεαωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν.

πάντα τὰ ὐχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσιν, πεσοῦνται εἰς στόμα ἕσθοντος.

ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.

ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπέρ πλίνθον·