Nahum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὦ πόλις αἱμάτων, ὅλη ψευδής, ἀδικίας πλήρης, οὐ ψηλαφηθῇσεται θήρα.

φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν, καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος,

καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπτόντων ὅπλων, καὶ πλήθους τραυματιῶν καὶ βαρείας πτώσεως, καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς· καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.

πόρνη καλὴ καὶ ἐπιχαρής, ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ λαοὺς ἐν τοῖς φαρμάκοις αὐτῆς.

ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσιν τὴν αἰσχύνην [*](9 ως] ην A τα] τειχη A φευγοντες] ηφθυη τες U+05D0* (φευγ. U+05D0c.a, c.b b(ᵛiᵈ) | U+05D0AQ επιβλεπων] βλεπων A 10 διηρπασαν] διηρπαζον U+05D0AQ διηρπαζον το sup ras Bᵃᵇ επι] υπερ U+05D0AQ σκευη] pr τα AQ επιθυμηματα Q* (-θυμητα Qa) 11 εντιναγμος Q* εκβρασμος B*fort ab U+05D0Q) om και 3⁰ Q θραυμος U+05D0* (θραυσμ. U+05D0c.a) χυθρας U+05D0* (χυτρ. U+05D0c.a, c.b) 12 η νομη] om η U+05D0* (hab U+05D0c.a) τοις σκυμνοις (-μνοι U+05D0* μνοις U+05D0c.a)] pr εν A | που 2⁰] ου A [ σκυμνον] σκυμνος U+05D0c.a AQ λεοντος] incep λο U+05D0* (λεοντ. U+05D0c.a a(vid)) εκφορων U+05D0* (εκφοβ. U+05D0c.a)) 13 ηρπασε Qᵃ απεπνιξε Qa + τα ικανα Q επλησεν] ενεπλησεν Q* (- σε Qᵃ) θηραν U+05D0* (θηρας U+05D0c.a, c.b) 14 εγω] + ειμι U+05D0c.a (rurs ras) σε] αι U+05D0* (σε U+05D0c.a, c.b) παντοκρατωρ] pr ο AQ om και3⁰ Q* της γης] om της Q* (hab Qmg) ου μη ακ. ουετι] ου μη ακ. ετι U+05D0? ουκετι ου αη ακ. A τα εργα] om τα Q* (superscr Qᵃ) III 1 πληρης αδικιας AQ 2 ιπων U+05D0* (-που U+05D0c.a, c.b) om αναβρασσοντος Q* (hab Qᵃ⁽ᵐᵍ) 3 improb και 1⁰ U+05D0c.b τραυματων] incep κ U+05D0* (τρ.U+05D01?c.a) πορνιας U+05D0 4 επιχαρις BᵃᵇQ εθνη] θνη U+05D0* (εθν. U+05D01?c.a) πορνια U+05D0 | λαους] φυλας U+05D0c.a, c.b AQ 5 ο παντοκρατωρ] improb ο U+05D0? (mox revoc) το προσωπον] om το AQ εθνεσι Qᵃ αισχυνην] ασ χημοσυνην A)

56
[*](B) σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου·

καὶ ἐπιρίψω ἐπὶ σέ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα·

καὶ ἔσται πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ Δειλαία Νινευή· τίς στενάξει αὐτήν ; πόθεν ζητήσω παράκλησιν αὐτῇ;

ἑτοίμασαι μερίδα, ἅρμόσοι χορδήν, ἑτοίμασαι μερίδα, Ἄμμων, ἡ κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς.

καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Aἵγυπτος, καὶ οὐκ ἔστιν πέρας τῆς φυγῆς, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς.

καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπʼ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους. καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.

καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ ὑπερεαωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν.

πάντα τὰ ὐχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσιν, πεσοῦνται εἰς στόμα ἕσθοντος.

ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.

ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπέρ πλίνθον·