Jonas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ¹¹Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.
  • Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων

    Ἀνάστηθι πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.

    καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησεν Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.

    [*](U+05D0AQ)[*](3 εβοησα] pr ωδη A | κρουης U+05D0* (-γης U+05D0c.a) 4 απεριψας U+05D0Q* | με 1⁰] μες (sic) U+05D0 | om σου 2⁰ Q* (hab Q¹ᵐᵍ) 5 και εγω] καγω A | επι- βλεψαι] επιστρεφε U+05D0* (επιβλεψε U+05D0¹ -ψαι U+05D0c.a, c.b) | τον λαον B* ᵇ] τον ναον BᵃᵇU+05D0 ναον AQ 6 υδωρ μοι (μου U+05D0* μοι U+05D0¹)] μοι υδωρ AQ | ψυχης] + μου Qᵃ⁽ᵐᵍ)vid | εισχισμας U+05D0* (εις σχ. U+05D0c.b) 7 φθορα ζωης] εκ φθορας ζωης U+05D0c.c(vid) εκ φθορας η ζωη AQ | Κυριε] pr προς σε U+05D0c.c (vid) 8 εκλειπειν AQ | απ εμου την ψυχην μου] την ψ. μου απ εμου AQ | ευχη] προσευχη U+05D0c.ᵇAQ 9 ελεον U+05D0c.a (mox ελεος revoc) Q | εγκατελειπον AQ* (-λιπον Qa) 10 αινεσως B* (-σεως Bᵃᵇ) | και] ε pro κ incep B* | σοι σωτηριου] εις σωτηριον μου U+05D0c.a non c,b AQ | τω κυριω] pr ω U+05D0* (om ω U+05D0¹c.a) pr τω U+05D0c.b (per incur) 11 προσεταγη] + απο κυ U+05D0c.b (postea ras) III 2 πορευθητι] pr και U+05D0c.a (postea ras) AQ | Νινευην U+05D0 3 καθως AQ* (καθα Qa) | ποριας U+05D0A)
    51

    καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας [*](B) μιᾶς, καὶ ἐκήρυξεν καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.

    καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ θεῷ, καὶ ἐκήρυξαν νηστίαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.

    καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφʼ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.

    καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν.

    καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες

    Τίς οἶδεν εἰ μετανοήσει ὁ θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;

    καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν· καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.