Jonas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην, καὶ συνεχύθη·

καὶ προσεύξατο πρὸς Κύριον καὶ εἶπεν Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσείς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.

καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπʼ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῇν με.

καὶ εἶπεν Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σύ;

καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως, καὶ ἐκάθισεν ἀπέναντι τῆς [*](4 εισελθειν] εισπορευεσθαι U+05D0c.b AQ | πορειαν (-ριαν U+05D0)] ποριας AQ* (πορειαν U+05D0AQ Qᵃ) + οδου AQ | ημερας] μερας U+05D0* (ημ. U+05D01?c.a) εκηρυξω U+05D0* (-ξεν U+05D0¹) τρεις] οι λ΄ τεσσερακοντα Qmg 5 ενεπιστευσαν] επιστευσαν U+05D0c.a | νηστειαν Bᵃᵇ AQ | και 3⁰] αι U+05D0* (και U+05D0c.a) | μικρου αυτων (om αυτ. AQ* hab Qmg) εως μεγαλου αυτων U+05D0c.b (postea μεγ. αυτ. εως μικρ. αυτ. revoc) AQ 6 λογος] λαος U+05D0c.b (mox λογος revoc) | βασια U+05D0* (βασιλεα U+05D0c.a) | Νινευης U+05D0* (ς improb U+05D0c.a postea ras) περιειλετο Qa (vid) 7 ερρεθη (ερεθη U+05D0*)] ερρηθη BᵃᵇQᵃ | παρα των μεγιστανων αυτου] παντων μεγ. αυτω U+05D0c.a, c.b γευεσθωσαν U+05D0* (γευσασθ. U+05D0c.a, c.b) A | μηθεν A | νεμεσθωσαν] + μηδεν U+05D0* (om μηδεν U+05D0c.b) | πινετωσαν U+05D0 8 ανεστρεψαν U+05D0c.b Q* απεστρεψεν A α΄θ΄ επεστρεψαν Qᵐᵍ | πονηρας] πο sup ras seq ras pl litt Aᵃ 10 οιδε U+05D01?c.a (οιδες U+05D0* vid) | μετα- νοιησει Q* (-νοησ. Qᵃ) | τη κακια η] τα κακα α A | αυτοις] αυτοι U+05D0* (-τοις U+05D0c.a) IV 2 προσηυξατο Bᵇ et fort c U+05D0AQ | ω] + (?) ωδη U+05D0c.b vid ωδη certe Qa | μου 1⁰] + ους ελαλησα A | εγνων] + εγω U+05D0c.a (mox improb) συ] + θς Q | οικτειρμων U+05D0c.b AQ* (-κτιρμ. Qa) 3 η] ει BU+05D0* (η U+05D0c.b) pr μαλλον U+05D0c.a (μ. postea ras) om με 2⁰ U+05D0c.b AQ* vid (hab Qᵐᵍ) 4 σφοδρα] + συ U+05D0* (improb U+05D0c.a postea ras))

52
[*](B) πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιῷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.

καὶ προσέταξεν Κύριος ὁ θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.

καὶ προσέταξεν ὁ θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολοκύνθαν, καὶ ἀπεξηράνθη.

καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ θεὸς πνεύματι καύσωνος συνκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ· καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπεν Καλόν μοι ἀποθανεῖν με ἢ ζῇν.

καὶ εἶπεν ὁ θεὸς πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπεν Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.

καὶ εἶπεν Κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπʼ αὐτήν, καὶ οὐκ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.

ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;