Joel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τῆς πόλεως ἐπιλήμψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ ταῖς οἰκίαις ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.

πρὸ προσώπου αὐτοῦ συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν.

καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;

καὶ νῦν λέγει Κύριος ὁ θεὸς ὑμῶν Ἐπιστράφητε πρὸς μέ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ,

καὶ διαρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν θεὸν ὑμῶν, ὅτι ἐλεήμαων καὶ οἰκτίρμων ἐστίν, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.

τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ θεῷ ἡμῶν;

Σαλπίσατε σάλπιγγι ἐν Σειών, ἁγιάσατε νηστίαν, κηρύξατε [*](U+05D0AQ) [*](3 ἔσται] ἐστιν A om αυτω A 4 ορασις 2⁰] οχψις A (ψεις) Q* (ορ. O*ᵃᵍ) ατων U+05D0* (αυτ.U+05D0c.b) ως 2⁰] οi A ουτω U+05D0* (-τως U+05D0c.a) 5 om ικα 3⁰ B 7 εκκλεινουσιν A εκκλινουσι U+05D0c.aᵃ τας τριβ.] τους τριβ. A 6 αδελφοῦ] πλήσιον )ᵍ αυτου] αυτων Qa συντελεσθωσιν] συντελεσωσιν B ᵇ συν- τελεσουσιν A συντελεσουσιν Q * ᵛᵈ συντελεσωσι ᵃ 9 επιληψονται τας οἰκίας A) 10 αυτου] ουτων U+05D0* (-του g ᵇ) AQ συσχυθησεται συσκοτασουσιν] συσκοτασθωσιν * ( σι Qa) δυσουσιν] ου δωσουσιν καί τα αστρα ου δωσουσιν Q* ου δωσουσι ¹ᵃ φέγγος] φθεγγος A 11 διοτι] ὅτι B (διότι000 Bᵃ) ημερα] pr η U+05D0 του κυρι]ου] om του Q* (hab Q om μεγαλη 2⁰ A εeσται ικανος BFᵍF ᵇ| εστιν ικανος U+05D0* ικανος εστιν A 12 της καρδιας] om της Q* (hab Q¹ᵐᵍ) om καi 20 A νηστια U+05D0 13 διαρηξατε U+05D0 c.a c.b AQ) οικτειρμων U+05D0c.a A ταις κακιαις] om ταις Q* (hab Qmᵍ) 15 Σι. ων BᵇQᵃ νηστειαν BᵃᵇAQ)

41
θεραπείαν,

συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, [*](B) συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.

ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες Κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἵπαωσιν ἐν τοῖς ἔθνεσιν Ιοῦ ἐστιν ὁ θεὸς αὐτῶν;

Καὶ ἐζήλωσεν Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.

καὶ ἀπεκρίθη Κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ Ἴδου ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπληφθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι

καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφʼ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἀναβήσεται σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.