Joel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

θάρσει, γῆ. χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι.

θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.

καὶ τὰ τέκνα Σειών, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν,

καὶ πλησθήσονται αἱ ἄλωνες σίτου, καὶ ὐπερχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.

καὶ ἀνταποδώσει ὑμῖν ἀντὶ τῶν ἐτῶν ὦν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμᾶς·

καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ θεοῦ ὑμῶν, ἄ ἐποίησεν μεθʼ ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ [*](15 θεραπιαν U+05D0 16 λαον] pr τον A εξελθετω U+05D0* (-θατω U+05D0c.a postea U+05D0AQ -λθετω) Qᵃ κοιτωνος] νυμφωνος Q* (κοιτ. Qᵐᵍ) om αυτου Q* (hab Qᵐᵍ) αυτης Qᵃ (de Q* non liq) 17 καταρξαι οὕτων] καταξε αυτους U+05D0* (καταρξε (ξαι-U+05D0c.b) οτυων U+05D0c.a c.b) ο θεος] pr κς A 18 post 18 diςt B 19 εθνεσιν U+05D0ΑQ 20 εξωσω] εξοισω Q* (εξωσ. Qa) γην] την U+05D0* (y.U+05D0?) αφανισω U+05D0* postea -νιω) και τα οπισω...εργα αυτου in mg et sup ras A σαπρια rescr σαπρ.U+05D0¹)] pr η U+05D0AᵃQ| εμεγαλυνεν] εμεγαλυνθη AQ 22 πεδια] pr τα U+05D0c.bAQ* (om τα Qᵃ) αμπελος και συκη AQ) 23 Σιων BᵇU+05D0Aᵃ επι] εν Qᵃ τω κυριω] κω θω Q* Κς τω θω Οᵐᵍ viᵈ διοτι] οτι U+05D0c.b βραματα U+05D0* (βρωμ. U+05D0c.b) πρωιμον Bᵇ Qᵃ 24 πλησθησονται] εμπλησθ. A αλωνεσιτου U+05D0* (αλ. σιτου U+05D0c.a ) υπερεκχυθησονται ἊQ*⁷ (χυθησεται Qmᵍ) 25 ανταποδωσω U+05D0A η ακρις...η καμπη] adnot Αιγυπτιοι Βαβυλωνιοιλσσυριοι Eλληνες Ρωμαιοι Qmg η δυναμις] pr και U+05D0* (improb και U+05D0c.a) εις] εφ AQ* (εις Qᵃ) 26 εσθοντες Q| εμπλησθ.] ου μη εμπλησεσθαι Q* (-σθε Qᵃ) ενεσατε U+05D0 | του θεου] om του A)

42
[*](B) καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα·

καὶ ἐπιγνόσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγὼ εἰμι, καὶ ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα.

Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεαυίσκοι ὑμῶν ὁράσεις ὄψονται·

καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου·

καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·

ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἵμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·

καὶ ἔσται πᾶς ὅς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται ὅτι ἐν τῷ ὄρει Σειὼν καὶ ἐν Ἰερουσαλὴμ ἔσται ἀνασωζόμενος, καθότι εἶπεν Κύριος, καὶ εὐαγγελιζόμενοι οὓς Κύριος προσκέκληται.