Joel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες ἡυσιαστηρίῳ· εἰσέλθατε, ὑπνώσατε ἐν σάκκοις, λειτουργοῦντες θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἵκου θεοῦ ὑμῶν θυσία καὶ σπονδή.

ἁγιάσατε υηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον θεοῦ ὑμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς

Οἵμοι οἵμοι ομοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπαωρία ἐκ ταλαιπαωρίας ἤξει.

κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλεθρεύθη, ἐξ οἵκου θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.

ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροί, κατεσκάφησαν ληνοί, ὅτι ἐξηράνθη σῖτος.

τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχεν νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν.

πρὸς σέ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσεν τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψεν πάντα τὰ ξύλα τοῦ ἀγροῦ·

καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ· ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων, καὶ πῦρ κατέφαγεν τὰ ὡραῖα τῆς ἐρήμου.

Σαλπίσατε σάλπιγγι ἐν Σειών, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγύς·

ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετʼ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.

τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον [*](11 γεωργοί] pr οι AQ θρηνειτε] θνηνιτε U+05D0* (θρην. U+05D0c.a απελωλεν U+05D0 U+05D0AQ 12 ξυλου] ξυλα του BᵃᵇU+05D0AQ εξηρανθησαν] εξηρανθη U+05D0? 13 εισελθετε Q επεσχηκεν B (απεσχ. U+05D0c.a) θυσια και σπονδξη εξ οικου θυ υμων U+05D0? (sign transl postea ras) θεου] κυ θῦ Q υμων] ημων Q* (υμ. Qa) 14 νηστιαν U+05D0 | θε. ραπιαν θεου] κυ U+05D0c.a ᵃ κυ θῡ U+05D0c.b A εκτενως] adnot θ΄ μονος τον οβελισκον) ειπεν ομ[οιως] τΙοι]ς ό Qᵐᵍ 15 ημερα] pr η U+05D0AQ 16 εξωλεθρευθη] εξηρθη (?εξηρανθη) U+05D0c(postea ras) 17 δαμαλις (-λεις U+05D0c.a) A φατναις] παθναις U+05D0* (φατν. U+05D0c.a c.ᵇ) 18 ηφανισθη A (-θησαν Qᵐᵍ) 20 ανεβλεψεν A om oτι A II 1 Σιων BᵇU+05D0Qᵃ συγχυθητωσαν (συνχ. Qᵃ)] συναχθητωσαν A διοτι] οτι U+05D0c,b ημερα] pr η U+05D0A Κυριου] pr του A εγγυς] + η ημερα του κυ A 2 ημερα 10] pr η U+05D0 | ορθρος] pr ο U+05D0 αυτω] αυτου A αυτον] οι ό αυτου Qᵐᵍ 3 τα εμπροσθεν] τα δε εμπρ. U+05D0c.a (bostea ras δε) |οπισω] οπισθεν A τρυφης] θυπης U+05D0* (τρυφ. U+05D0c.a (vid) c.b) οπισθεν] οπισω U+05D0c.aQ)

40
[*](B) αφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔσται αὐτῷ.

ὁὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται·

ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.

ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσαωπον ὡς πρόσκαυμα χύτρας.

ὼς μαχηταὶ δραμοῦνται, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη. καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν,

καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται, καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελεσθῶσιν.

τῆς πόλεως ἐπιλήμψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ ταῖς οἰκίαις ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.

πρὸ προσώπου αὐτοῦ συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν.

καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;

καὶ νῦν λέγει Κύριος ὁ θεὸς ὑμῶν Ἐπιστράφητε πρὸς μέ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ,