Joel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες ἡυσιαστηρίῳ· εἰσέλθατε, ὑπνώσατε ἐν σάκκοις, λειτουργοῦντες θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἵκου θεοῦ ὑμῶν θυσία καὶ σπονδή.

ἁγιάσατε υηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον θεοῦ ὑμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐκτενῶς

Οἵμοι οἵμοι ομοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπαωρία ἐκ ταλαιπαωρίας ἤξει.

κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλεθρεύθη, ἐξ οἵκου θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.