Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

κατεδυνάστευσεν Ἐφράιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν τὸ κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.

καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφράιμ. καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα.

καὶ εἶδεν Ἐφράιμ τὴν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· καὶ ἐπορεύθη Ἐφράιμ πρὸς Ἀσσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ἰαρείμ· καὶ οὗτος οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.

διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφράιμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγῶ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.

πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν καὶ ζητήσουσιν τὸ πρόσωπόν μου.

Ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρὸς μέ λέγοντες Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς,

ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ,

καὶ γνωσόμεθα· διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἤξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος γῇ.

Τί σοι ποιήσω, Ἐφράιμ; τί σοι ποιήσω, Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη.

διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται.

διότι ἔλεος θέλω ἡ θυσίαν, καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα.

αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέν μου

Γαλαάδ, πόλις ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ,

καὶ ἡ ἰσχύς [*](AQ) [*](7 ενκατελιπον (εγκ. Bᵃᵇ)] εγκατελειπον AQ | οτι 2⁰] και A | εγεννησαν Q* (α΄ θ΄ εγεννηθησαν Qmg) 8 σαλπιγγι] λ sup ras Aᵃ? 9 εν 2⁰ sup ras B? 11 το κριμα] om το AQ* 13 Ιαρειμ] Ιαρειβ Qa | ουτος] αυτος AQ | ιασασθαι] οι ο΄ ρυσασθαι Qᵐᵍ 14 τω οικω] pr εν Qᵃ ληψομαι Q 15 ζητησουσιν] επιζητησουσιν AQ (- σι) VI 1 ορθριουσιν AQ | Κυριον] pr τον Qa μοτωσει] μωτωσει Bᵃ?ᵇ A*fort (μοτ sup ras Ab) 2 om και 1⁰ A | ενωπιον] εναντιον Q 3 προιμος B*AQ*] πρωιμος BᵃᵇQᵃ | γη] pr τη AQ 5 ρηματι BQa] ρημασιν AQ* (οι ο΄ Qᵐᵍ) 6 η 1⁰] και ου AQ* (η Qa))

7
σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι [*](B) ἀνομίαν ἐποίησαν

ἐν τῷ οἴκῳ τοῦ Ἰσραήλ· εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ Ἐφράιμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰούδα.

Ἄρχου τρυγᾷν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου,