Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης.

σὺ δέ, Ἰσραήλ, μὴ ἀγνόει, καὶ Ἰούδα, μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὤν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον.

διότι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ.

μέτοχος εἰδώλων Ἐφράιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα,

ᾑρέτισεν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῆς.

συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.

Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα· ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον,

ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν·

ἐγὼ ἔγνων τὸν Ἐφράιμ, καὶ Ἰσραὴλ οὐκ ἄπεστιν ἀπʼ ἐμοῦ. διότι νῦν ἐξεπόρνευσεν Ἐφράιμ, ἐμιάνθη Ἰσραήλ.

οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν, ὅτι πνεῖμα πορνίας ἐν αὐτοῖς ἐστίν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν.

καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ἰσραὴλ καὶ Ἐφράιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ Ἰούδας μετʼ αὐτῶν.

μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐκκέκλικεν [*](10 κατευθυνουσιν A | εγκατελειπον AQ 12 απηγγελον A | αυτω] AQ αυτου B* (-τω Bᵃᵇ) 14 πορνευσωσιν Q | μοιχευσωσιν Qa | οτι] διοτι και AQ | συνανεφυροντο Qᵃ | ο συνιων] οι ο΄ ου σ. Qᵐᵍ 15 Ων B* Qᵐᵍ) της αδικιας Bᵃᵇ ᵐᵍ (non inst Ων Bᵇ) AQ 16 διοτι] οτι AQ | παροιστρησεν] παροιστρωσεν Q* ᵛiᵈ 18 αυτης BQᵃ] αυτων AQ* 19 ταις πτερυξιν] om ταις Q | αυτης] αυτων A V 1 Ισραηλ] pr του Qmg | ο οικος] om ο AQ | πακις B* (παγις Bᵃᵇ) 2 κατεπηξαν] ηξ sup ras Bᵃᵇ 3 απεστην B* (-τη Bᵇ) 4 διαβουλεια A | πορνειας BᵃᵇAQ 5 και 5°] + γε A 6 εκκεκλικεν BQmg] εξεκλενεν AQ*)

6
[*](B) ἀπʼ αὐτῶν·

ὅτι τὸν κύριον ἐνκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν.

Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὡν, ἐξέστη Βενιαμείν,

Ἐφράιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου. ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά·

ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.