Osee

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου.

συστροφὴν [*](10 προφητας] pr τους Q 11 Γαλααδ 2⁰] Γαλγαλοις Q? 12 γυναικι 1⁰] AQ γυναιξι Q* (-κι Qa) 13 Κυριος] + αυτου qᵐᵍ εκ γης] εξ AQ* (εκ γης Qᵃ) XIII 2 και 1⁰] + νυν Qᵐᵍ προσεθετο AQ* (-θεντο Qᵃ) αμαρτανειν] + ετι A ουτων] εαυτων A 3 ως 3⁰] ωσπερ A η ωσπερ Q χνους] χους A | απο δακρυων] εκ καπνοδοχης AQ* (απο δ. Qmg) 4 om σου Q* (superscr Qᵃ) στερεων] pr ο A τον ουρανον] om τον AQ στρατιαν BᵇQ 6 om και 1⁰ A πλησμονην] πλησμον sup ras Bᵃᵇ ενεκεν Qᵃ επελαθεντο B* (-θοντο Bᵃ?ᵇ) 8 συ| κλεισμον B* (συγκλ. Bᵃ Qᵃ) συγκλισμον A | κατα- φαγονται] φαγονται A 9 διαφθορα] θ sup ras Aᵇ 11 εσχον] ανεσχον Qᵃ 12 συστρ. αδικιας c praeced coniung A)

14
[*](B) ἀδικίας Ἐφράιμ, ἐνκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ·

ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ. οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων.

ἐκ χειρὸς ᾅδου ῥύσομαι καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη ; παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μοῦ,

διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπʼ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.

ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται.

Ἐπιστράφηθι, Ἰσραήλ, πρὸς Κύριον τὸν θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου.

λάβετε μεθʼ ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν θεὸν ὑμῶν· εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν.

Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφʼ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν.

ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀπέστρεψεν τὴν ὀργὴν μου ἀπʼ αὐτοῦ.

ἔσομαι ὡς δρόσος τῷ Ἰσραήλ, ἀνθήσει ὡς κρίνον, καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ Λίβανος·

πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου·