Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Θλίψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου,
  2. φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον·
  1. φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα,
  2. ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι᾿ ἐρήμου.
  1. καὶ εἶπα τῇ καρδίᾳ μου
  2. Ποῦ ἄρα κρινεῖ αὐτὸν ὁ θεός
  1. φωνὴν ἤκουσα εἰς Ἰερουσαλὴμ πόλιν ἁγιάσματος·
  1. συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοῆς, παρελύθη γόνατά μου.
  1. ἐφοβήθη ἡ καρδία μου, ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον·
  1. εἶπα Κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ.
  2. ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γης·
  3. ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπʼ αἰῶνος.
  1. ἀυεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου·
  2. ἔγνω πᾶσα ἡ γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια.
  1. ἐν καταγαίοις κρυφίοις αἵ παρανομίαι αὐτῶν ἐν παροργισμῷ·