Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Μὴ ἀποσκηνώσῃς ἀφʼ ἡμῶν, ὁ θεός,
  2. ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἵ ἐμίσησαν ἡμᾶς δωρεάν.
  1. ὅτι ἀπώσω αὐτούς, ὁ θεός·
  2. μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιὶσματός σου.
  1. σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς.
  2. καὶ μὴ δῷς ἔθνεσιν.
  1. ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν·
  2. ὅτι σὺ ἐλεήμων, καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς,
  1. ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα.
[*](VI ζ c|] έ h om r Σαλομων chl Σολομων r (doest tit in m) 1 επι- chlmpv καλεσασθαι cr] επικαλεισθαι hlmpv 4 ορασεων chlmpv σαλων hmpv σαλον clr 6 ευλογησεν l ευλογησε chmpv τω ονοματι clr] το ονομα hmpv 7 ευσταθια] ευσταθεια chlv εξυμνησε chlmpv τω ονοματι clr] το ονομα hmpv του θεου] + αυτου chlmpv 8 εισηκουσε chlmpv | ο κυριος] om ο chlmpv 9 ελεος clr] ελεον hmpv VII ζ΄ clr] ζ΄ hν ¹ Σαλομων chlmpv Σολομων r doest tit in m 1 μισησαντες chlmpv)
774
[*](r)
  1. καί οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος,
  2. ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν.
  1. καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν·
  1. ῆτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ
  2. οὐκ ἀπώσει·
  3. καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα,
  4. καὶ μάστιγα παιδίας σου.
  1. κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεως σου,
  2. τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ἧ ἐπηγγείλω αὐτοῖς.