Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. Θλίψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου,
  2. φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον·
  1. φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα,
  2. ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι᾿ ἐρήμου.
  1. καὶ εἶπα τῇ καρδίᾳ μου
  2. Ποῦ ἄρα κρινεῖ αὐτὸν ὁ θεός
  1. φωνὴν ἤκουσα εἰς Ἰερουσαλὴμ πόλιν ἁγιάσματος·
  1. συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοῆς, παρελύθη γόνατά μου.
  1. ἐφοβήθη ἡ καρδία μου, ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον·
  1. εἶπα Κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ.
  2. ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γης·
  3. ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπʼ αἰῶνος.
  1. ἀυεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου·
  2. ἔγνω πᾶσα ἡ γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια.
  1. ἐν καταγαίοις κρυφίοις αἵ παρανομίαι αὐτῶν ἐν παροργισμῷ·
  1. υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ θυγατρὸς συνεφύροντο.
  1. ἐμοιχῶντο ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ·
  2. συνέθεντο αὐτοῖς συνθήκας μετὰ ὅρκου περὶ τούτων.
  1. τὰ ἅγια τοῦ θεοῦ διηρπάζοσαν,
  2. ὼς μὴ ὄντος κληρονόμου λυτρουμένου.
[*](chlnpv)[*](7 o συ cl επακουσεις cl 8 απωσῃ chlmpv παιδιας r (θειας hmpV)] παίδεια I(de c non liq) 9 η] ωr VIII clrcorr) ζ΄ hpv θʼ r* |Σαλομων chlpv Σολομων r (doest tit in m) 1 ηκουσε chlmpv τo ους μου] η ψ υχη 7 οδους] δους r 8 ανακαλυψεν r εγνωσαν cl 9 καταγαιης l κρυφοις c VIII 11 την γυναικα] om την clulmpv 12 διηρπαζον chlmpν ως μη] ουκ chimp)
775
  1. ἐπατοῦσαν τὸ θυσιαστήριον Κυρίου ἀπὸ πάσης ἀκαθαρσίας
  2. [*](r)
  3. §iκαὶ ἐν ἀφέδρῳ αἵματος ἐμίαναν τὰς θυσίας, ὡς κρέα βέβηλα·
[*](§i)
  1. οὐ παρέλειπον ἁμαρτίαν ῆν οὐκ ἐποίησαν ὑπέρ τὰ ἔθνη.
  1. διὰ τοῦτο ἐκέρασεν αὐτοῖς ὁ θεὸς πνεῦμα πλανήσεαως,
  2. ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην.
  1. ἤγαγεν τὸν ἀπʼ ἐσχάτου τῆς γῆς, τὸν παίοντα κραταιῶς,
  1. ἔκρινεν τὸν πόλεμον ἐπὶ Ἰερουσαλὴμ καὶ τὴν γῆν αὐτῆς.
  1. ἠπάντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρδς.
  2. εἶπαν αὐτῷ Ἐπευκτὴ ἡ ὁδός σου· δεῦτε εἰσέλθατε μετʼ εἰρήνης
  1. ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ,
  2. ἤνοιξαν πύλας ἐπὶ Ἰερουσαλήμ, ἐστεφάνωσαν τείχη αὐτῆς.
  1. εἰσῆλθεν ὡς πατήρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ εἰρήνης.
  2. ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσφαλείας πολλῆς.