Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. κατελάβετο τὰς πυργοβάρεις αὐτῆς καὶ τὸ τεῖχος Ἰερουσαλήμ,
  1. ἶτὶ ὁ θεὸς γαγεν αὐτὸν μετὰ ἀσφαλείας ἐυ τῇ πλανήσει
  2. αὐτῶν.
  1. ἀπώλεσεν ἄρχοντας αὐτῶν καὶ πᾶν σοφὸν ἐν βουλῇ,
  2. ἐξέχεεν τὸ αἵμα τῶν οἰκούντων Ἰερουσαλὴμ ὡς ὕδωρ
  3. ἀκαθαρσίας.
  1. ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν,
  2. ἅ ἐγέννησαν ἐν βεβηλώσει.
  1. ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτῶν, καθὼς οἱ πατέρες αὐτῶν·
  1. ἐμίανεν Ἰερουσαλὴμ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ θεοῦ.
  1. ἐδικαιώθη ὁ θεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔθνεσι τῆς γῆς.
  1. καὶ οἱ ὅσιοι τοῦ θεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν.
  1. αἰνετὸς Κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ.
  1. ἰδου δή, ὁ θεός, ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ σου.
  1. εδοσαν οἱ ὀφθαλμοὶ ἡμῶν τὰ κρίματά σου, ὁ θεός.
  2. ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας,
  1. ὅτι σὺ ὁ θεὸς τῆς δικαιοσύνης, κρίνων τὸν Ἰσραὴλ ἐν παιδείᾳ.
  1. ἐπίστρεψον, ὁ θεός, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς καὶ οἰκτείρησον ἡμᾶς·
  1. συνάγαγε τὴν διασ πορὰν Ἰσραὴλ μετὰ ἐλέους κὶ χρηστότητος.
[*](13 επατουν chlmpv ακαθαρσιας] θαρσ sup ras r εμιαινον clilmpv chilmpv 14 παρελιπον chilmpv 15 αυτους cilr] αυτοις hmpv 16 ηγαγε chmpv om τον 20 i 17 εκρινε chilmpv 18 ειπον hilmpv εισελθετε chilmpv 19 ομαλισαν i αυτου ilr] ουτων hmpv 20 εστησε chimpv post ποδας 2 vel 3 lilt ras r μετ i 22 ο θεος] om ο chilmpv 23 πανια chilmpv εξεχεε chimps 24 απηγαγε chilmbv α] ας chilmpv εγεννησεν m 26 εμιαναν chilmpv 27 εθνεσι chilmbrcott v 29 om γην εν i 30 ειδον chilmpv 31 ημων cilr] ουτων hmpv 32 την δικαιοσυνην r 34 Ἰλημ c* μετα cr] ttετ hilmpv ελεου Cc Corr hilmpv (παιδ incep c*))
776
[*](r)
  1. ὅτι πίστις σοι μεθʼ ἡμῶν, καὶ ἡμεῖς ἐσκληρίναμεν τράχηλον
  2. ἡμῶν.
  3. καὶ σὺ παιδευτὴς ἡμῶν εἶ.
  1. μὴ ὑπερίδῃς ἡμᾶς, ὁ θεὸς ἡμῶν,
  2. ἵνα μὴ καταπίωσιν ἡμᾶς ἔθνη. ὡς μὴ ὄντος λυτρουμένοιι.
  1. καί σὺ ὁ θεὸς ἡμῶν ἀπʼ ἀρχῆς.
  2. καὶ ἐπὶ σὲ ἥ ἐλπὶς ἡμῶν, Κύριε·
  1. καὶ ἡμεῖς οὐκ ἀφεξόμεθά σου,
  2. ὅτι χρηστὰ τὰ κρίματά σου εἰς ἡμᾶς.
  1. ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν ἡ εὐδοκία εἰς τὸν αἰῶνα·
  2. Κύριε σωτὴρ ἡμῶν, οὐ σαλευθησόμεθα ἔτι τὸν αἰῶνα χρόνον.
  1. Αἰνετὸς Κύριος ἐν τοῖς κρίμασιν αὐτοῦ ἐυ στόματι ὁσίων,
  2. καὶ εὐλογημένος Ἰσραὴλ ὑπὸ Κυρίου εἰς τὸν αἰῶνα.