Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ ἡ χεὶρ αὐτοῦ ἐν πρώτοις ἐπʼ αὐτὸν ὡς ἐν ζήλει,
  2. καὶ αὐτὸς ἔνοχος ἐν ποικιλίᾳ ἁμαρτωλῶν, ἐν ἀκρασίαις·
  1. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ πᾶσαν γυναῖκα ἄνευ διαστολῆς,
  2. ἡ γλῶσσα ψευδὴς ἐν συναλλάγματι ρεθʼ ὅρκου.
[*](6 σωτηρια] pr η i αυτω c*r] αυτου ccorrhilmpv 7 δικαιου] pr του chilnpv chilmpv 9 om αυτου r 10 πανια chilmpv οσιον himprv] θειον cl 11 αμαρτωλος] pr ο i ζωην] pr την i 12 προσεθηκεν ilr] προσεθηκαν hmpv (de c non liq) αμαρτιαις clr] αμαρτιαο himpv 13 πτωμα] σπέρμα i 14 ου μη] om μη chilmpv επισκεπτεται i 15 om η chiimpv 16 om τον chlmpv ουκ] pr και chilmpv IV δ΄ cilr] γ΄ hr διαλογη του cilr] ψαλμος τω hpυ | Σαλομων chiipv ανθρωπαρεσκοις] + τεταρτος i (doest tit in m) 1 καθησαι βεβηλε chilmpv οσιω clr] οσιων i om hmpv 2 κατακρινει cl κατακρινων hmpv 3 ζηλω chilmpv αμαρτωλων] αμαρ- τιων chilmpv εν 3⁰] pr και chilmpv 4 γλωσσα] + αυτου chilmpv)
770
[*](r)
  1. ἐν νυκτὶ καὶ ἐν ἀποκρύφοις ἁμαρτάνει ὡς οὐχ ὐρώμενος,
  2. ἐν ὀφθαλμοῖς αὐτοῦ λαλεῖ πάσῃ γυναικὶ ἐν συυταγῇ κικίς·
  1. ταχὺς εἰσόδῳ εἰς πᾶσαν οἰκίαν ἱλαρότητι ὡς ἄκακος
  1. ἐξάραι ὁ θεὸς τοὺς ἐν ὑποκρίσει ζῶντας μετὰ ὁσίων,
  2. ἐν φθόρῳ σαρκὸς αὐτοῦ καὶ πενίᾳ τὴν ζωὴν αὐτοῦ·
  1. ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων,
  2. ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ.
  1. καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν,
  2. ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου,
  1. ἀνθρωπάρεσκον λαλοῦντα μόνον μετὰ δόλου.
  1. καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπʼ οἶκον ἀνδρὸς ἐν εὐσταθίᾳ, ὡς ὄφις,
  2. διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων.