Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν υἶκον αὐτοῦ.
  1. προσέκοψεν ἁμαρτωλός, καὶ καταρᾶται ζωὴν αὐτοῦ,
  2. τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὥδῖνας μητρός·
  1. προσέθηκεν ἁμαρτίας ἐφʼ ἁμαρτίαις τῇ ζωῇ αὐτοῦ·
  1. ἤπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται.
  2. ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα,
  1. καὶ οὐ μὴ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους·
  1. αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα.
  1. οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον,
  2. καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ Κυρίου οὐκ ἐκλείψει ἔτι
  1. Διαλογὴ τοῦ Σαλωμὼὼν τοῖς ἀνθρωπαρέσλοις.
    1. Ἵυα τί σύ, βέβηλε, κάθησαι ἐν συνεδρίῳ ὁσίῳ,
    2. καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ τοῦ κυρίου,
    3. ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ἰσραήλ;
    1. περισσὸς ἐν λόγοις, περισσὸς ἐν σημειώσει ὑπέρ πάντας,
    2. ὁ σκληρὸς ἐν λόγοις κατακρίναι ἁμαρτωλοὺς ἐν κρίσει.