Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἐπισκέπτεται διὰ παντὸς τὸν οἰκον αὐτοῦ ὁ δίκαιος,
  2. τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ.
  1. ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχην αὐτοῆ·
  1. καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν υἶκον αὐτοῦ.
  1. προσέκοψεν ἁμαρτωλός, καὶ καταρᾶται ζωὴν αὐτοῦ,
  2. τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὥδῖνας μητρός·
  1. προσέθηκεν ἁμαρτίας ἐφʼ ἁμαρτίαις τῇ ζωῇ αὐτοῦ·
  1. ἤπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται.
  2. ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα,
  1. καὶ οὐ μὴ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους·
  1. αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα.