Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- εὺλογητὸς Κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ.
- ψαλμὸς τῷ Σαλωμὼν περὶ δικαίων.
- Ἶνα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κυρίον
- ὕμνον καὶ αἶνον ψάλλετε τῷ θεῷ τῷ αἰνετῷ.
- ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ·
- ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας.
- δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου,
- ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα τοῦ κυρίου.
- οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ τοῦ κυρίου·
- ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔνοντι Κυρίου.
- προσέκοψευ ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον·
- ἔπεσεν, καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός·
- ἀποσκοπεύει ὅθεν ἤξει σωτηρία αυτῷ.
- ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν·
- οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφʼ ἁμαρτίαν.
769