Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ, τοῦ μὴ ἀκούειν.
  1. καὶ ὁ οὐρανὸς ἐβαρυθύμησε, καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς,
  1. ὅτι οὐκ ἐποίησεν πᾶς ἄνθρωπος ἐπʼ αὐτῆς ὅσα ἐποίησαν.
  1. καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια, ὁ θεός.
  1. ἔστησαν τοὺς υἱοὺς Ἰερουσαλὴμ εἰς ἐμπαιγμόν,
  2. ἀντὶ πορνῶν ἐν αὐτῇ·
  3. πᾶς ὁ πορευομενος είσεπορεύετο κατέναντι τοῦ ἡλίου·
  4. ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν·
  1. καθὰ ἐποίουν αὐτοί, ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας
  2. αὐτῶν.
  3. καὶ θυγατέρες Ἰερουσαλὴμ βέβηλοι κατὰ τὸ κρίμα σου,
  1. ἀυθʼ ἰὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμίξεως
  2. τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις.
  1. ἐγὼ δικαιώσω σε, ὁ θεός, ἐν εὐθύτητι καρδίας·
  2. ὅτι ἐν τοῖς κρίμασίν σου ἡ δικαιοσύνη σου, ὁ θεός.