Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν,
  2. καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σφόδρα.
[*](hilmpv)[*](2 κατεπατουν hilmpv 3 om οι i εβεβξλουν hilmpv 4 απορ- ριφ. hlmpv απερριψ. i ευοδωκεν ilr] ευωδωκεν hmpv αυτου hilprv] αυτης m 5 ἐξουθενώθη ilr] ἐξουθενήθη hmpv om εως hmpv 6 υιοι] pr οι hilmpv θυγατέρες] r αἱ hilmpv εθνεσι hilmpv 7 1γκατελιπεν hilmpv 6 απε- στρεψε himpv om τὸ hilmpv ελεου hilmpv οὕτων 1⁰] αυτου i 10 εβαρυ- θυμησεν ii 11 οσα] ο ex ου fee χcott 12 τα δικ. πανια i 13 εστησεν hmν εστησε p | παραπορευομ. hilmpς 15 εμιαιωσαν] εμιαινον hilmbv εαυτας hilmpς 16 κριμασι hilmpv 17 και iv] om hlmpv)
767
  1. ἀνέκαλυψας τὰς ἁμαρτίας αὐτῶν, ἵνα φανῇ τὸ κρίμα σου·
[*](r)
  1. ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς.
  2. ὁ θεὸς κριτὴς δίκαιος, καὶ οὐ θαυμάσει πρόσαωσον.
  1. ἐλνείδισαν γὰρ ἔθνη Ἰερουσαλὴμ ἐν καταπατήσει·
  2. κατέσπασεν τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης.
  1. περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας,
  2. σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου.
  1. περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτή ὁ θεός
  1. ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς ἀπερρίφη ἐπὶ τὴν γῆν.
  1. καὶ ἐγὼ εἶδον, καὶ ἐδεήθην τοῦ προσώπου Κυρίου καὶ εἶπον
  2. Ἱκάνωσον, Κύριε, τοῦ βαρύνεσθαι χεῖράς σου ἐπὶ Ἰσραὴλ
  3. ἐν ἐπαγωγῇ ἐθνῶν.