Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- Πιστὸς Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ,
- τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ,
- τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ,
- ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν.
- ὅσιοι Κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα·
- ὁ παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ.
- ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα·
- οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ,
- ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ἰσραήλ.
- καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι,
- οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν·
- ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν,
781
- καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ. [*](I)
- ὅτι ὁδοὶ ἀνθρώπων γναωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός,
- καὶ ταμεῖα καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι.
- ῇδιὰ τοῦτο ἡ κληρονρμία αὐτῶν ἅδης καὶ σκότος καὶ ἀπώλεια,
- καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων.
- οἱ δὲ ὅσιοι Κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ.