Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἰτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ.
  2. καὶ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ·
  1. ἐν περιστολῇ παιδεύεται δίκαιος,
  2. ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαία.
  1. ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως,
  2. καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου.
  1. ὅτι φείσεται Κύριος τῶν ὁσίων αὐτοῦ,
  2. καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδεία.
  3. ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα·
  1. ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν,
  2. καὶ οὐχ είρεθήσεται μνημόσυνον αὐτῶν ἔτι
  1. ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος Κυρἰου,
  2. καὶ ἐπὶ τοὺς φοβουμένους τὸ ἔλεος αὐτοῦ.