Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἡ παροικία αὐτοῦ, ἐμπλῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει
  2. ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους.
  1. συνχέαι οἴκους παρανόμους ἐν πολέμῳ χείλεσι ψιθύροις.
  2. μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ,
  3. καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων Κύριον
  1. ἐν πυρὶ φλογὸς γλῶσσα ψιθυρὸς ἀπόλοιτο ἀπὸ ὁσίων.
  1. φυλάξαι Κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους,
  2. καὶ κατευθύναι Κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ.
  1. τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα,
  1. καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου Κυρίου ἅπαξ,
  2. καὶ ὅσιοι Κυρίου κληρονομήσαισαν ἐπαγγελίας.
  1. Τῷ Σαλωμὼν ψαλμός· παράκλησις τῶν δικαίων.
    1. Δεξιὰ Κυρίου ἐσκέπασέν με,
    2. δεξιὰ Κυρίου ἐφείσατο ἡμῶν.
    1. ὁ βραχίων Κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ όομφαίις διαπορευομένης,
    2. ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν.
    1. θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά·
    2. ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν,
    3. καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν·
    4. καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς Κύριος.
    [*](XII Σαλομων chipv (doest tit in m) 1 δολερα | πονηρα c* 2 ποι- chilmpv κιλια στροφης ir] ποικ. τροφης cl ποιησει διαστροφης hmpς λαω cilr] αλω Imv αλλω p καλλονην cilr] καλαμην hmpv 3 φευδη i παρανομου himpv 4 συγχεαι chilmpv παρανομους οικους hlmpV χειλεσι chilmpv ψιθυρων i κακων mp σκορπισθειη chilmpv 6 φυλαξοι] pr συγχααι οικους και r om Κύριος...κατευθυναι r ανδρος ποιουντος r 7 παίδων i 8 οσιοι] pr οι ci κληρονομησαιεν ch(i)lmpv επαγγελιας] + Κυριου chilmpv XIII ιγ | τρεις και δεκατος i Σαλομων chipv om ψαλμος cl (doest tit in m) 1 εσκεπασε chilmpv 2 βραχιων] ω sup ras r 3 επεδραμον hilmpv | επιλλον hilmpv μυλαις] + ουτων hlmpv οστα] pr τα i ο κυρωως ci)
    780
    [*](r)
    1. ἐταράχθη ὁ ἀσεβὴς διὰ παραπτώματα αὐτοῦ,
    2. μή ποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν.
    1. ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ.
    2. καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων.
    1. ἰτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ.
    2. καὶ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ·
    1. ἐν περιστολῇ παιδεύεται δίκαιος,
    2. ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαία.
    1. ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως,
    2. καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου.
    1. ὅτι φείσεται Κύριος τῶν ὁσίων αὐτοῦ,
    2. καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδεία.
    3. ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα·
    1. ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν,
    2. καὶ οὐχ είρεθήσεται μνημόσυνον αὐτῶν ἔτι
    1. ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος Κυρἰου,
    2. καὶ ἐπὶ τοὺς φοβουμένους τὸ ἔλεος αὐτοῦ.
  1. Ὕμνος τῷ Σαλωμὸν
    1. Πιστὸς Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ,
    2. τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ,
    3. τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ,
    4. ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν.
    1. ὅσιοι Κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα·
    2. ὁ παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ.
    1. ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα·
    2. οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ,
    3. ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ἰσραήλ.